Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μηρὸν ἐφαπλώσασα κεχηνότα γείτονι μηρῷ,
  2. κόλπον ἀνευρύνουσα βαθυνομένοιο χιτῶνος·
  3. καὶ τεκέων κλάζουσα μέλος θελκτήριον ὕπνου
  4. ἀμφοτέρους εὕδοντας ἐκοίμισε μαιάδι τέχνῃ,
  5. πῆχυν ὑποστορέσασα συνήορον αὐχένι παίδων,
  6. καί σφισι λέκτρον ἔθηκεν ἐὸν γόνυ, διχθαδίῳ δὲ
  7. φάρεος ἄκρον ἕλισσε διαιθύσσουσα προσώπῳ,
  8. τέκνα καταψύχουσα, καὶ ἔσβεσε καύματος ὁρμὴν
  9. ἀντίτυπον φύσημα χέων ποιητὸς ἀήτης.
  10. ὄφρα μὲν ἕζετο Κάδμος ἐχέφρονος ἐγγὺς ἀνάσσης,
  11. τόφρα λαθὼν πυλαωρὸν ἑῷ ληίστορι ταρσῷ
  12. ἀπροϊδὴς ἀκίχητος ἐς οἰκίον ἤιεν Ἑρμῆς
  13. εἴκελος ἠιθέῳ· ῥοδέῳ δέ οἱ ἀμφὶ προσώπῳ
  14. ἀσκεπέος κεχάλαστο παρήορος ὁλκὸς ἐθείρης
  15. ἀμφιλαφής, στέψας δὲ νεότριχος ἄκρα παρειῆς
  16. λεπτὸς ἀεξομένων ἐρυθαίνετο κύλος ἰούλων
  17. ἀρτιφυὴς ἑκάτερθε περίδρομος· οἷα δὲ κῆρυξ
  18. ἠθάδα ῥάβδον ἄειρεν· ἀθηήτῳ δὲ προσώπῳ
  19. ἐκ κεφαλῆς νεφέεσσι κεκασμένος εἰς πόδας ἄκρους
  20. πιαλέης ἐκίχησε πεπαυμένα δεῖπνα τραπέζης·