Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐδέ μιν Ἠμαθίων σχεδὸν ἔδρακεν, οὐδὲ καὶ αὐτὴ
  2. Ἁρμονίη καὶ Κάδμος ὁμέστιος, οὐ χορὸς ἀνδρῶν
  3. δούλιος· Ἠλέκτρῃ δὲ θεουδέι φαίνετο μούνῃ
  4. Ἑρμῆς ποικιλόμυθος· ἑλὼν δέ μιν εἰς μυχὸν οἴκου
  5. ἀπροϊδὴς ὀάριζε καὶ ἀνδρομέῃ φάτο φωνῇ·
  6. Μητροκασιυνήτη, Διὸς εὐνέτι, χαῖρε, γυναικῶν
  7. πασάων μετόπισθε μακαρτάτη, ὅττι Κρονίων
  8. κοιρανίην κόσμοιο τεοῖς τεκέεσσι φυλάσσει,
  9. καὶ χθονὸς ἄστεα πάντα κυβερνήσει σέο φύτλη,
  10. ἕδνα τεῆς φιλότητος, ἐμῇ δʼ ἅμα μητέρι Μαίῃ
  11. ἄστρασιν ἑπταπόροισι συναστράψειας Ὀλύμπῳ
  12. σύνδρομος Ἠελίοιο, συναντέλλουσα Σελήνῃ.
  13. εἰμὶ τεῆς, φιλότεκνε, γουῆς ἐμφύλιος Ἑρμῆς,
  14. ἄγγελος ἀθανάτων τανυαίπτερος, οὐρανόθεν δὲ
  15. ξείνιος ὑψιμέδων με τεὸς προέηκεν ἀκοίτης
  16. ἀμφὶ τεοῦ ξείνοιο θεουδέος· ἀλλὰ καὶ αὐτὴ
  17. πείθεο σῷ Κρονίωνι, καὶ Ἁρμονίην σέο κούρην
  18. πέμπε μολεῖν ἀνάεδνον ὁμόστολον ἥλικι Κάδμῳ,
  19. καὶ Διὶ μακάρεσσι χαρίζεο· τειρομένους γὰρ
  20. ἀθανάτους ὁ ξεῖνος ὅλους ἐσάωσεν ἀείδων·