Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- πήχεϊ κεκλιμένην ἐπιμάζιον ἤγαγε κούρην
- εἰς δόμον Ἠλέκτρης μαιήιον, ἧς τόκον Ὧραι
- ὑγρὸν ἐμαιώσαντο λεχωίδες, ἧς ἔτι πυκνοὶ
- ἀργεννὴν σφριγόωντες ἀνέβλυον ἰκμάδα μαζοί·
- δεξαμένη δὲ θύγατρα νόθην ἰσόζυγι θεσμῷ
- σύγχρονον Ἠμαθίωνος ἑνὶ ξυνώσατο μαζῷ
- κούρην ἀρτιλόχευτον, ὁμοστόργῳ δὲ μενοινῇ
- διχθαδίην θρεπτῆρι γονὴν κούφιζεν ἀγοστῷ.
- ὡς δέ τις ἀγροτέρη διδυμητόκος ἔνδοθι λόχμης
- λαχνήεσσα λέαινα γαλαξαίῃσιν ἐέρσαις
- σκύμνοις ἀμφοτέροις διδυμάονας ἥρμοσε μαζοὺς
- καὶ διδύμοις τεκέεσσι μεριζομένην πόρε θηλήν,
- καὶ χρόα λιχμάζουσα καὶ ἄτριχον εἰσέτι δειρὴν
- ἰσοτύποις κομιδῇσιν ἀνέτρεφεν ἥλικα φύτλην·
- ὣς τότε παιδοκόμῳ φιλίῃ μαιώσατο θηλῇ
- ἀρτιγόνων μεθέπουσα συνωρίδα δίζυγα τέκνων·
- πολλάκι νήπιον υἷα συνέμπορον ἥλικι κούρῃ
- πίονος ἔνθα καὶ ἔνθα μετάτροπον ἰκμάδι μαζοῦ
- πεπταμένης πήχυνε φιλήτορι χειρὸς ἀγοστῷ·
- γούνασι δʼ ἄρσενα παῖδα συνίδρυε θήλεϊ κούρῃ,