Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὁλκάσι μιμηλοῖσι θαλάσσια νῶτα χαράσσων.
  2. τούς Θύαμις κόσμησε καὶ Ὅλκασος, ὄρχαμος ἀνδρῶν,
  3. Ταρβήλου δύο παῖδες ἀκοντοφόροιο τοκῆος.
  4. καὶ πολὺς ἑσμὸς ἵκανεν Ἀρεκζάντειαν ἐάσας,
  5. ξείνου δουρατέου μέλιτος τροφόν, ἧχι πιόντα
  6. ἠερίης ζείδωρον Ἑώιον ἀρδμὸν ἐέρσης
  7. δένδρεα χαιτήεντα μελίρρυτον, ὡς ἀπὸ σίμβλων,
  8. δαιδαλέην ὠδῖνα σοφῆς τίκτουσι μελίσσης,
  9. αὐτοτόκων πετάλων χλοερὸν ποτόν· εἰς πεδίον γὰρ
  10. ἀρτιφανὴς Φαέθων, ὅτε λούεται Ὠκεανοῖο,
  11. ὄμπνιον Ἠῴης ἀποσείεται ἰκμάδα χαίτης,
  12. ῥαίνων ζωοτόκοιο φυτηκόμον αὔλακα γαίης.
  13. τοῖον Ἀρειζάντεια φέρει μέλι, τῷ ἔπι χαίρων
  14. νηχόμενος πτερύγεσσιν ὑπὲρ πετάλοιο χορεύων
  15. ἵπταται ἄσπετος ὄρνις· ὄφις δέ τις ἀγκύλος ἕρπων,
  16. μιτρώσας ἑλικηδόν, ὁμόπλοκος ἡδέι δένδρῳ,
  17. ἰκμάδα λειριόεσσαν ἀμέλγεται ἅρπαγι λαιμῷ,
  18. χείλεσι λιχμώων γλυκερὴν ὠδῖνα κορύμβων·
  19. δενδραίην δὲ δράκοντες ἀναβλύζοντες ἐέρσην
  20. ἡδὺ μέλι προχέουσι, καὶ οὐ τόσον ἰὸν ἀλήτην