Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πικρὸν ἀποπτύουσιν, ὅσον γλυκύ χεῦμα μελίσσης·
  2. ἧχι μελισταγέεσσιν ἐπʼ ἀκρεμόνεσσιν ἀείδει
  3. ὡρίων, γλυκὺς ὄρνις, ὁμοίιος ἔμφρονι κύκνῳ·
  4. οὐ μέν ἀνακρούει Ζεφυρηίδι σύνθροος αὔρῃ
  5. ὑμνοτόκων πτερύγων ἀνεμώδεα ῥοῖζον ἰάλλων,
  6. ἀλλὰ σοφοῖς στομάτεσσι μελίζεται, οἷά τις ἀνὴρ
  7. πηκτίδι νυμφοκόμῳ θαλαμηπόλον ὕμνον ἀράσσων.
  8. κατρεύς δʼ ἐσσομένοιο προθεσπίζει χύσιν ὄμβρου,
  9. ξανθοφυής, λιγύφωνος· ἀπὸ βλεφάρων δέ οἱ αἴγλη
  10. πέμπεται ὀρθρινῇσι βολαῖς ἀντίρροπος Ἠοῦς·
  11. πολλάκι δʼ ἠνεμόεντος ὑπὲρ δένδροιο λιγαίνων
  12. σύνθροος ὡρίωνος ἀνέπλεκε γείτονα μολπήν,
  13. φοινικέαις πτερύγεσσι κεκασμένος· ἧ τάχα φαίης,
  14. μελπομένου κατρῆος ἑώιον ὕμνον ἀκούων,
  15. ὄρθριον αἰολόδειρον ἀηδόνα κῶμον ὑφαίνειν.
  16. κεῖθι καὶ ἐγρεμόθων μερόπων στρατός, οὓς ἐπὶ χάρμην
  17. ἄτρομος Ἱππάλμοιο πάις θώρηξε Πυλοίτης,
  18. γνωτὸν ἔχων Βιλλαῖον, ὁμόστολον ἡγεμονῆα.
  19. τοῖς δʼ ἐπὶ θωρήσσοντο Σίβαι καὶ λαὸς Ὑδάρκης,
  20. καὶ στρατὸς ἄλλος ἵκανε πόλιν Καρμῖναν ἐάσας·