Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κρυπτὸν ἐνὶ κραδίῃ μεθέπων κότον· ὲν δὲ κυδοιμοῖς
  2. ἤματι μὲν πολέμιζεν, ἀεὶ δʼ ὑπὸ πάννυχον ὥρην
  3. ἄγγελον ἀγγέλλοντα νοήματα Δηριαδῆος
  4. Βάκχῳ πιστὸν ἔπεμπεν ὀπάονα· λαθριδίως δὲ
  5. Δηριάδῃ κεκόρυστο καὶ ἀμφαδίην Διονύσῳ.
  6. Ξούθων δʼ ἄγρια φῦλα καὶ ἐγρεμόθων Ἀριηνῶν
  7. καὶ Ζοάρων ἐκόρυσσε γονὴν καὶ φῦλον Ἐάρων
  8. Κασπείρων τε γένεθλα καὶ Ἀρβίας, οἵ τʼ ἔχον αὐτὸν
  9. Ὕσπορον αἰγλήεντι διαστίλβοντα ῥεέθρῳ,
  10. ἠλέκτρου κομόωντα βαθυπλούτοισι μετάλλοις,
  11. οἶ τʼ ἔχον Ἀρσανίην εὐδείελον, ἧχι γυναῖκες
  12. εἰς μίαν ἠριγένειαν ἐθήμονι Παλλάδος ἱστῷ
  13. ὀξείαις παλάμῃσιν ὅλον τελέουσι χιτῶνα.
  14. τοῖς δʼ ἐπὶ χωρήσσοντο κυβιστητῆρι κυδοιμῷ
  15. Κυραῖοι, δεδαῶτες ἁλίκτυπον ἄντυγα νήσων,
  16. Ἄρεος εἰναλίοιο δαήμονες· ὑγροπόρους δὲ
  17. ὁλκάδας οὐ δεδάασιν, ἀδεψήτῳ δὲ βοείῃ
  18. δουρατέων πλώουσι τύπῳ τεχνήμονι νηῶν·
  19. δέρμασι δʼ ἰθύνουσι νόθον πλόον, οἷς ἔνι ναύτης
  20. ἕζεται ἀκλύστοισιν ἐν οἴδμασι ποντοπορεύων,