Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἰνδῴου πολέμοιο πέλωρ πρόμος, εἴκελος ὁρμὴν
  2. ἠλιβάτῳ Τυφῶνι καταΐσσοντι κεραυνοῦ.
  3. καὶ στρατιαὶ πινυτοῖο δολόφρονι νεύματι Βάκχου
  4. ψευδαλέον φόβον εἶχον ἀταρβέες, ἐκ δὲ κυδοιμοῦ
  5. αὐτόματοι χάζοντο θελήμονες, εἰσόκεν Ἰνδοὶ
  6. εἰς πεδίον προχέοντο λελοιπότες ἔνδια λόχμης.
  7. τεύχεσι δʼ ἀφνειοῖσι κορύσσετο Λύδιος ἀνήρ,
  8. χρυσοφαῆ Λυκίοιο τύπον Γλαύκοιο κομίζων,
  9. κηρύσσων ἑὸν οὖδας, ὅπῃ Πακτωλίδος ὄχθης
  10. φαιδρὸς ἐρευθομένης ἀμαρύσσεται ὄλβος ἐέρσης,
  11. καὶ ῥοδέαις ἤστραψε βολαῖς ἀντώπιον Ἠοῦς,
  12. σείων ξανθὰ μέτωπα ῥυηφενέος τρυφαλείης
  13. Λυδὸς ἀνὴρ ἀρίδηλος, ἀπὸ στέρνων δὲ φορῆος
  14. μαρμαρυγὴ σελάγιζεν ἐρευθομένοιο χιτῶνος·
  15. καὶ κυνέην στίλβουσαν ἐπὶ κροτάφοιο τινάσσων
  16. ἐξ Ἀλύβης πρόμος ἄλλος ἀριστεύων Διονύσῳ
  17. πάτριον ὄλβον ἔφαινεν, ἀπʼ εὐφαέος δὲ καρήνου
  18. ἀργυρέης πήληκος ἐλάμπετο μάρμαρος αἴγλη
  19. χιονέῃ σέλας ἶσον ἀκοντίζουσα Σελήνῃ.
  20. καὶ θεὸς ἀστήρικτος ὅλους ἐφόβησε μαχητὰς