Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δυσμενέων, οὐ γυμνὸν ἔχων ξίφος, οὐ δόρυ πάλλων,
  2. ἀλλὰ μέσος προμάχων πεφορημένος εἴκελος αὔραις
  3. δεξιὸν ἐκ λαιοῖο κέρας κυκλώσατο χάρμης,
  4. θύρσον ἀκοντίζων δολιχόσκιον, ἄνθεϊ γαίης,
  5. ἔγχεϊ κισσήεντι διασχίζων νέφος Ἰνδῶν.
  6. οὐδέ μιν ὑψικάρηνος ὁ τηλίκος ἤλασε Θουρεύς,
  7. οὐ στρατός, οὐ πρόμος ἄλλος· ἐπʼ ἀλλήλοις δὲ χυθέντες
  8. εἴκαθον ἔνθα καὶ ἔνθα διεσσυμένῳ Διονύσῳ.
  9. κυανέην δʼ Οἴαγρος ἀνεστυφέλιξεν Ἐνυὼ
  10. ἀμώων ἀκόρητος ἐπασσυτέρων στίχας ἀνδρῶν,
  11. ἔγχεϊ Βιστονίῳ κορυθαιόλα λήια τέμνων.
  12. ὡς δʼ ὅτε τις προχέων ποταμὸς δυσπέμφελον ἀλκὴν
  13. ἄστατος ἐκ σκοπέλοιο χαραδρήεντι ῥεέθρῳ
  14. ἔρχεται, εἰς πεδίον πεφορημένος, οὐδέ μιν αὐταὶ
  15. ἕρκεσιν ἀρραγέεσσιν ἀναστέλλουσιν ἀλωαὶ
  16. λαϊνέης μέσα νῶτα διαξύοντα γεφύρης·
  17. πολλὴ μέν κεκύλιστο πίτυς, πολλὴ δὲ πεσοῦσα
  18. ὑψιφανὴς προθέλυμνος ἐσύρετο χεύματι πεύκη·
  19. ὣς ὅ γε δυσμενέων στρατὸν ἄμφεπεν, ἄλλον ἐπʼ ἄλλῳ
  20. πεζὸν ἐπιστροφάδην ὀλέκων Σιθωνίδι λόγχῃ,