Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- νεύμασι δενδίλλων, νοερῇ δʼ ἐκέλευε σιωπῇ
- τεύχεσι θωρηχθέντας ἀνὰ δρύας εἰλαπινάζειν,
- καὶ κρυφίων ἀγόρευε δολορραφέων δόλον Ἰνδῶν,
- μή σφιν ἐπτβρίσωσιν ἀθωρήκτοισι μαχηταί,
- εἰσέτι δαινυμένοισιν ἀνὰ στρατόν· οἱ δὲ Λυαίῳ
- κεκλομένῳ πεῖθοντο, καὶ εἰς μόθον ἦσαν ἑτοῖμοι
- σιγαλέον παρὰ δεῖπνον ἀκοντοφόροιο τραπέζης.
- καὶ ταχινὸν μετὰ δόρπον ἐπέρρεον ἀσπιδιῶται
- γείτονος ἐκ ποταμοῖο πιεῖν ἐπιδόρπιον ὕδωρ,
- νεύμασι θεσπεσίοισι περισσονόου Διονύσου,
- μὴ στρατὸν εὐνήσειε μέθη καὶ κῶμα καὶ ὄρφνη.
- καὶ στρατὸς ἔνθα καὶ ἔνθα φιλοπτολέμῳ πέσεν εὐνῇ
- βαιὸν ἐνυαλίης ὑπὲρ ἀσπίδος ὕπνον ἰαύων.
- Ζεὺς δὲ πατὴρ δολόεντα μετατρέψας νόον Ἰνδῶν
- ἑσπερίην ἀνέκοψε μάχην μυκήτορι βόμβῳ,
- ὄμβρου παννυχίοιο χέων ἀπερείσιον ἠχώ.
- ἀλλʼ ὅτε χιονόπεζα χαραξαμένη ζόφον Ἠὼς
- ὄρθρον ἀμεργομένη δροσερῇ πορφύρετο πέτρῃ,
- ἄκρον ὑπερκύψαντες ἐγερσιμόθου σκέπας ὕλης
- δυσμενέες προύτυψαν ἀολλέες· ἦρχε δὲ Θουρεύς,