Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δώματος ἀμφὶ θύρετρα· βιαζόμενοι δὲ πολῖται
  2. ἀντὶ Διὸς σπεύδοντο θυηπολέειν Λυκοόργῳ.
  3. Οὐδʼ ἔλαθες, Διόνυσε, δολορραφέος φθόνον Ἤρης·
  4. ἀλλὰ πάλιν κοτέουσα τεῇ θεόπαιδι γενέθλῃ
  5. ἄγγελον Ἶριν ἔπεμπε δυσάγγελον, ὄφρά σε θέλξῃ
  6. κλεψινόῳ κεράσασα δόλῳ ψευδήμονα πειθώ·
  7. δῶκε δέ οἱ βουπλῆγα θεημάχον, ὄφρα κομίσσῃ
  8. Ἀρραβίης μεδέοντι, Δρυαντιάδῃ Λυκοόργῳ.
  9. οὐδὲ θεὰ δήθυνεν· ἀμειβομένῳ δὲ προσώπῳ
  10. Ἄρεος ἀντιτύποιο νόθην ἐψεύσατο μορφήν·
  11. καὶ λόφον εὐπήληκα διαιθύσσουσα καρήνου,
  12. δαιδαλέους κροκόεντας ἑοὺς ῥίψασα χιτῶνας,
  13. κερδαλέῳ θώρηκι καλύπτετο, μαῖα κυδοιμοῦ,
  14. αἱμαλέῳ θώρηκι, καὶ ἐγρεκύδοιμον ἀπειλὴν
  15. ἄρσενα κερδαλέη βλοσυρῷ πέμπουσα προσώπῳ
  16. γλῶσσαν Ἐνυαλίου τροχαλῇ μιμήσατο φωνῇ·
  17. τέκνον, ἀνικήτου σπόρος Ἄρεος, ἦ ῤα καὶ αὐτὸς
  18. Βασσαρίδων τρομέεις ἁπαλόχροα θῆλυν ἀπειλήν;
  19. οὐκ ἀπὸ Θερμώδοντος Ἀμαζόνες εἰσὶ καὶ αὐταί,
  20. οὐκ ἀπὸ Καυκασίοιο μαχήμονές εἰσι γυναῖκες·