Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην
- μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ,
- οἶκτον ἔχων καὶ ἔρωτα γοήμονος Ἱπποδαμείης·
- καὶ δρόμος ἦν ἀνόνητος· ὑπʼ Ἠελίοιο δὲ δίφρῳ
- κηροπαγὴς φλογόεντι τύπος θερμαίνετο πυρσῷ,
- καὶ τροχὸν ἠκόντιζε λυθεὶς μινυώριος ἄξων.
- τοῖος ἔην Λυκόοργος ὁμότροπος· ἀχθοφόρους δὲ
- πολλάκις ἐν τριόδοισιν ἀλήμονας ἄνδρας ὁδίτας
- δήσας εἰς δόμον εἷλκεν, Ἐνυαλίῳ δὲ τοκῆι
- δαιτρεύων ἱέρευε· δαϊζομένων δὲ μαχαίρῃ
- ἄκρα λαβὼν ἐπύκαζε κακοξείνους πυλεῶνας.
- ὡς δʼ ὅτε δυσμενέων μετὰ φύλοπιν ὀψὲ μολόντος
- ἀνδρὸς ἀκοντοφόροιο νέης ἀναθήματα νίκης,
- ἀσπίδες ἢ πήληκες, ἐπεκρεμόωντο μελάθρῳ,
- οὕτω καὶ φονίοιο παρὰ προπύλαια Λυκούργου
- ἄκρα ποδῶν καὶ χεῖρες ἐπῃώρηντο θανόντων.
- καὶ φόνος ἦν· ξενίου δὲ Διὸς παρὰ γείτονι βωμῷ
- ὀθνεῖοι στενάχοντες ἐμιστύλλοντο μαχαίρῃ,
- οἷα βόες καὶ μῆλα, περιρραίνοντο δὲ βωμοὶ
- σφαζομένων, στικτὴ δὲ κόνις φοινίσσετο λύθρῳ