Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ θοὰ τόξα φέρουσι καὶ οὐ δονέουσιν ὀιστούς·
  2. οὐ θρασὺν ἵππον ἔχουσιν Ἀρήιον· οὐδʼ ὑπὲρ ὤμων
  3. βάρβαρον ἡμιτέλεστον ἐλαφρίζουσι βοείην.
  4. αἰδέομαι καλέων σε ποτὶ κλόνον, ὅττι γυναῖκες
  5. δῆριν ἀπειλείουσιν ἀδηρίτῳ Λυκοόργῳ.
  6. ἠρεμέεις, Λυκόοργε, κορυσσομένου Διονύσου;
  7. θνητὸς ἀνὴρ πέλεν οὗτος ἀώριος, οὐκ ἀπὸ φύτλης
  8. οὐρανίης βλάστησε· Διὸς δέ μιν Ἑλλάδι φήμῃ
  9. ἔμμεναι ἔπλασε μῦθος· ἐγὼ δʼ οὐκ οἶδα πιθέσθαι
  10. ἀμφὶ τόκου Κρονίωνος, ὅτι βροτὸν ἄρσενι μηρῷ
  11. υἱέα θῆλυν ἔτικτε πατὴρ ἐμὸς ὑψιμέδων Ζεύς·
  12. μύθοις ψευδαλέοις οὐ πείθομαι, εἰ βροτὸς ἀνὴρ
  13. Ζηνὸς ἐμοῦ τόκον ἔσχεν, ὅθεν βλάστησεν Ἀθήνη·
  14. Ζεὺς ἐμὸς οὐ δεδάηκεν ἀνάλκιδα παῖδα λοχεῦσαι·
  15. Ἄρεα σὸν γενέτην ἔχε μάρτυρον· εἶδες Ἀθήνην
  16. παῖδα Διὸς θήλειαν ἀρειοτέρην Διονύσου.
  17. τέκνον ἐμόν, μεθέπεις ἴδιον σθένος, οὐδὲ χατίζεις
  18. πατρὸς Ἐνυαλίοιο, καὶ εἰ πολέμοισιν ἀνάσσει·
  19. ἔμπης δʼ. ἢν ἐθέλῃς, θωρήξομαι, οὐδέ σε λείψω
  20. μοῦνον ἐνὶ πτολέμοισι· θεὰ δέ σοι, εἰ χρέος εἴη,