Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. φρικτὸν ἔχων ἔτι δοῦπον ἀπειλητῆρος ὀνείρου---
  2. καὶ θρασὺς ἄνθορε Βότρυς, ἑὸν δʼ ἔνδυνε χιτῶνα
  3. Σιδονίης ἀκτῖνας ἀκοντίζοντα θαλάσσης,
  4. καὶ χρυσέῳ συνέεργεν ἀρηρότα ταρσὰ πεδίλῳ·
  5. ὤμοις δʼ ἀκαμάτοις διμερῆ κληίδα φυλάσσων
  6. φαιδρὸν ἁλιχλαίνων περονήσατο φᾶρος ἀνάκτων,
  7. πατρῴην λαγόνεσσι βαλὼν ὑψήνορα μίτρην,
  8. σκῆπτρον ἔχων. Σάτυροι δὲ δαφοινήεσσαν ἀπήνην
  9. πορδαλίων ἔζευξαν ἐπειγομένῳ Διονύσῳ·
  10. Σειληνοὶ δʼ ἀλάλαζον· ἐμυκήσαντο δὲ Βάκχαι
  11. θυρσοφόροι· στρατιαὶ δὲ συνήλυδες εἰς μόθον Ἰνδῶν
  12. στοιχάδες ἐρρώοντο· καὶ ἔβρεμεν αὐλὸς Ἐνυοῦς·
  13. κεκριμένας δὲ φάλαγγας ἐκόσμεον ἡγεμονῆες.
  14. καί τις ὑπὲρ νώτοιο θορὼν ἐπιβήτορι παλμῷ
  15. εἰς δρόμον ἐσσυμένης λοφίην ἐπεμάστιεν ἄρκτου
  16. λυσσαλέης· ἕτερος δὲ δασύτριχα γαστέρα νύσσων
  17. ἄγριον ἡνιόχευε καλαύροπι ταῦρον ἀλήτην,
  18. πλευραῖς ἀμφοτέραις κεχαλασμένα ταρσὰ συνάπτων·
  19. ὅς δὲ δασυστέρνων ῥαχίης ἐπέβαινε λεόντων
  20. αὐχενίων πλοκάμων δεδραγμένος ἀντὶ χαλινοῦ.