Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οὐ σὺ Διὸς τεκέεσσιν όμοίιος· οὐ κτάνες ἰῷ
- Ὦτον ἀπειλητῆρα καὶ ὑψιπόδην Ἐφιάλτην,
- οὐ Τιτυὸν πτερόεντι τεῷ κατέπεφνες ὀτστῷ.
- οὐ θρασὺν Ὠρίωνα δυσίμερον, οὐ πρόμον Ἥρης
- Ἄργον, ἀεξικάκοιο βοοσκόπον υἱὸν ἀρούρης,
- Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων·
- ἀλλὰ παρὰ Σταφύλῳ καὶ Βότρυϊ κῶμον ὑφαίνεις,
- ἀκλειὴς ἀσίδηρος ἐποίνιον ὕμνον ἀείδων·
- αἰσχύνεις Σατύρων χθόνιον γένος, ὅττι καὶ αὐτοὶ
- Βακχιάδος ψαύοντες ἀναιμάκτοιο χορείης
- Ἄρεος ἐλπίδα πᾶσαν ἐπετρέψαντο κυπέλλοις.
- ἔστι καὶ εἰλαπίνη μετὰ φύλοπιν, ἔστι χορεύειν
- Ἰνδῴην μετὰ δῆριν ἔσω Σταφύλοιο μελάθρων·
- πηκτίδες ἄψ αὔουσιν ἐνυαλίην μετὰ νίκην·
- νόσφι πόνων οὐκ ἔστιν ἀνέμβατον αἰθέρα ναίειν·
- οὐ πέλε ῥηιδίη μακάρων ὁδός· ἐξ ἀρετῆς δὲ
- ἀτραπὸς Οὐλύμποιο θεόσσυτος εἰς πόλον ἕλκει.
- τέτλαθι καὶ σὺ πόνους πολυειδέας· οὐρανίην γὰρ
- Ἥρη σοὶ κοτέουσα Διὸς μαντεύεται αὐλήν.
- ὥς φαμένη πεπότητο. θεὸς δʼ ἀνεπήλατο λέκτρων,