Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ μέγαρον πατρῷον ὁμοῦ καὶ κλῆρον ἐάσας
  2. βότρυς ἐρευθήεις, τετράζυγον ἄρμα τιταίνων,
  3. σύνδρομος ἡνιόχευε φιλοσταφύλῳ Διονύσῳ,
  4. δμῶας ἔχων κατόπισθε· μέθῃ δʼ ἄμα μητέρι νύμφη
  5. λευκοχίτων ἀνέβαινεν ἐς ἀργυρόκυκλον ἀπήνην,
  6. καὶ ζυγίων Φασύλεια κυβερνήτειρα λεπάδνων
  7. εἰς λόφον ἡμιόνων χρυσέην ἐλέλιζεν ἱμάσθλην·
  8. καὶ Πίθος εὐρυκάρηνος, ὀπίστερον ἅρμα τιταίνων,
  9. ἔσπετο θητεύων καὶ Βότρθϊ καὶ Διονύσῳ.
  10. οὐ μὲν ἔην ἀγέραστος· ἑλὼν δέ μιν εἰς χθόνα Λυδῶν
  11. Βάκχος ἄναξ ἔστησε μέθης ἐγκύμονι ληνῷ,
  12. δεχνύμενον χυτὸν ὄγκον ἐυρραθάμιγγος ὀπώρης
  13. ἄγγεσιν οἰνοδόκοις, ὅθεν οὔνομα τοῦτο φυλάσσων
  14. πορφυρέῳ κενεῶνι πίθος παρὰ γείτονι ληνῷ
  15. ἵσταται Εὔια δῶρα δεδεγμένος εἰσέτι Βάκχου,
  16. σῆμα Πίθου προτέροιο· καὶ εἰ βροτέην λάχε φωνήν,
  17. τοῖον ἔπος Σατύροισιν ἐρεύγετο κῶμον ἀκούων·
  18. εἰμὶ Πίθος, προτέροιο φερώνυμος, ἄγχι δὲ ληνοῦ
  19. δέχνυμαι ἡμερίδων γλυκερὸν ῥόον· Ἀσσυρίου δὲ
  20. λάτρις ἐγὼ Σταφύλου καὶ Βότρυος, ἀμφοτέρους δὲ