Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μαινομένου δὲ Γίγαντος ἰδὼν πολύμορφον ὀπωπὴν
  2. ταρβαλέος σύριγγα γέρων ἀπεσείσατο ποιμὴν
  3. νόσφι φυγών· ὁρόων δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν
  4. αἰπόλος ἀστήρικτον ἐπέτρεπεν αὐλὸν ἀέλλαις·
  5. οὐ σπόρον ἀμφεκάλυψε πέδῳ ταλαεργὸς ἀροτρεὺς
  6. ῥαίνων ἀρτιχάρακτον ὀπισθοβόλῳ χθόνα καρπῷ,
  7. οὐδὲ Τυφαονίης παλάμης νωμήτορι παλμῷ
  8. αὔλακα τεμνομένην ἐνοσίχθονι τάμνε σιδήρῳ,
  9. ἀλλὰ βόας μεθέηκε, Γιγαντείῳ δὲ βελέμνῳ
  10. σχιζομένης κενεῶνες ἐγυμνώθησαν ἀρούρης.
  11. καὶ διερὴν φλέβα λῦσεν, ἀνοιγομένου δὲ βερέθρου
  12. χεύμασι πηγαίοισιν ἀνέβλυε νέρτερος αὐλών,
  13. ἀσκεπέος δαπέδοιο χέων ὑποκόλπιον ὕδωρ·
  14. καὶ σκόπελοι ῥίπτοντο· χαραδραίοις δὲ ῥεέθροις
  15. ἠερόθεν πίπτοντες ἐνεκρύπτοντο θαλάσσῃ,
  16. ὕδατα χερσώσαντες· ἀπὸ χθονίων δὲ βελέμνων
  17. αὐτοπαγῆ ῥιζοῦτο νεηγενέων σφυρὰ νήσων.
  18. δένδρεα δʼ αὐτόπρεμνα μετωχλίσθησαν ἀρούρης,
  19. καὶ δαπέδῳ πέσε καρπὸς ἀώριος, ἀρτιθαλὴς δὲ
  20. κῆπος ἀιστώθη, ῥοδόεις δʼ ἀμαθύνετο λειμών·