Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἠιόνες, σείοντο μυχοί, καὶ ὀλίσθανον ἀκταὶ
  2. λυομένης ψαμάθοιο ποδῶν ἐνοσίχθονι παλμῷ.
  3. οὐ νομός, οὐ τότε θῆρες ἀπήμονες· ὠμοβόροι γὰρ
  4. ἄρκτοι ἐδαιτρεύοντο Τυφαονίοιο προσώπου
  5. ἀρκτῴαις γενύεσσι, λεοντείων δὲ καρήνων
  6. γλαυκὰ δασυστέρνων ἐλαφύσσετο γυῖα λεόντων
  7. χάσμασιν ἰσοτύποισιν, ἐχιδνήεντι δὲ λαιμῷ
  8. ψυχρὰ πεδοτρεφέων ἐδαΐζετο νῶτα δρακόντων,
  9. ἠερίους δʼ ὄρνιθας ἐδαίνυτο γείτονι λαιμῷ
  10. ἱπταμένους ἀβάτοιο διʼ αἰθέρος, ἀγχιφανῆ δὲ
  11. αἰετὸν ἤσθιε μᾶλλον, ἐπεὶ Διὸς ὄρνις ἀκούει·
  12. ἤσθιε βοῦν ἀροτῆρα, καὶ οὐκ ᾤκτειρε δοκεύων
  13. αἱμοβαφῆ ζυγίῳ κεχαραγμένον αὐχένα δεσμῷ.
  14. καὶ ποταμοὺς ἐκόνισσε ἐπιδόρπιον ὕδωρ,
  15. Νηιάδων δὲ φάλαγγας ἀπεστυφέλιξεν ἐναύλων·
  16. καὶ βυθίη στείχουσα βατὸν ῥόον ἅλματι πεζῷ
  17. ἀβρέκτοις μελέεσσιν ἀσάμβαλος ἵστατο Νύμφη
  18. νηιὰς ὑγροκέλευθος, ἁμιλλητῆρι δὲ ταρσῷ
  19. κούρης παλλομένης παρὰ διψάδα πέζαν ἐναύλων
  20. σφίγγετο πηλώεντι πεπηγότα γούνατα δεσμῷ.