Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ Ζέφυρος δεδόνητο κυλινδομένων κυπαρίσσων
  2. αὐχμηροῖς πετάλοισι· φιλοθρήνοισι δὲ μολπαῖς
  3. αἴλινα Φοῖβος ἄειδε δαϊζομένων ὑακίνθων,
  4. πλέξας πένθιμον ὕμνον, Ἀμυκλαίων δὲ κορύμβων
  5. κοπτομένῃ πολὺ μᾶλλον ἐπέστενε γείτονι δάφνῃ·
  6. κεκλιμένην δʼ ὤρθωσεν ἑὴν πίτυν ἀχνύμενος Πάν·
  7. καί, Μορίης μνησθεῖσα, φερέπτολιν Ἀτθίδα νύμφην
  8. τεμνομένῃ Γλαυκῶπις ἐπεστονάχιζεν ἐλαίῃ·
  9. καὶ Παφίη δάκρυσε κονιομένης ἀνεμώνης,
  10. πυκνὰ δὲ μυρομένη καλύκων εὐώδεα χαίτην
  11. βόστρυχον ἁβρὸν ἔτιλλε κονιομένου ῥοδεῶνος·
  12. καὶ στάχυν ἡμιτέλεστον ὀλωλότα μύρετο Δηώ,
  13. μηκέτι κῶμον ἄγουσα θαλύσιον· Ἁδρυάδες δὲ
  14. ἥλικες ὠδύροντο λιπόσκια δένδρεα Νύμφαι.
  15. καί τις ἐυπτόρθοιο διχαζομένοιο κορύμβου
  16. σύγχρονος ἀκρήδμενος Ἁμαδρυὰς ἄνθορε δάφνης,
  17. ἐκ πίτυος δὲ φυγοῦσα βατῷ ποδὶ παρθένος ἄλλη
  18. ἀγχιφανὴς ἀγόρευε μετήλυδι γείτονι Νύμφῃ·
  19. Δαφναίη φυγόδεμνος Ἁμαδρυάς, εἷς δρόμος ἔστω
  20. ἀμφοτέραις, μὴ Φοῖβον ἴδης, μὴ Πᾶνα νοήσω.