Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἠερόθεν τανύοντο δοκοὶ δολιχήρεϊ πυρσῷ
- Ζηνὶ συναιχμάζοντες, ὑπʼ ἀκτίνεσσι δὲ λάμπων
- ἀντιπόρου Φαέθοντος ἐκάμπτετο σύνδρομος ὄμβρῳ
- ἴριδος ἀγκύλα κύκλα πολύχροος ὁλκὸς ὑφαίνων,
- χλωρὰ μελαινομένῳ, ῥοδοειδέι λευκὰ κεράσσας.
- καὶ Διὶ μουνωθέντι παρήγορος ἵκετο Νίκη
- ἠέρος ἄκρα κέλευθα διαγράψασα πεδίλῳ,
- Λητοῦς εἶδος ἔχουσα, καὶ ὁπλίζουσα τοκῆα
- ἀντιτύποις στομάτεσσι πολύτροπον ἴαχε φωνήν·
- Ζεῦ ἄνα, σῶν τεκέων πρόμος ἵστασο, μηδὲ νοήσω
- μιγνυμένην Τυφῶνι γάμων ἀδίδακτον Ἀθήνην·
- μητέρα μὴ τελέσειας ἀμήτορα, μαρνάμενος δὲ
- ἀστεροπὴν κούφιζε σελασφόρον ἔγχος Ὀλύμπου,
- καὶ νεφέλας συνάγειρε τὸ δεύτερον, ὑέτιε Ζεῦ·
- ἤδη γὰρ σταθεροῖο τινάσσεται ἕδρανα κόσμου
- χερσὶ Τυφαονίῃσιν, ὁμοζυγέων δὲ λυθέντων
- στοιχείων πισύρων ἠρνήσατο λήια Δηώ·
- ἥβη λεῖπε κύπελλον, Ἄρης δʼ ἀπεσείσατο λόγχην,
- Ἑρμῆς ῥάβδον ἔθηκε, λύρην δʼ ἔρριψεν Ἀπόλλων,
- καὶ πτερόεις πεπότητο λιπὼν πτερόεντας ὀιστούς,