Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἶδος ἔχων κύκνοιο, τελεσσιγάμου δὲ θεαίνης
  2. ἄσπορος ἔπλετο κόσμος ἀλωομένης Ἀφροδίτης,
  3. ἁρμονίης δʼ ἀλύτου λύτο πείσματα· νυμφοκόμος γὰρ
  4. πανδαμάτωρ ἀδάμαστος Ἔρως θρασὺς εἰς φόβον ἔπτη
  5. τόξα λιπὼν γονόεντα· καὶ ἠθάδα Λῆμνον ἐάσας
  6. σὸς πυρόεις Ἥφαιστος ἀπειθέα γούνατα σύρων
  7. ἆ βραδὺς ἀστήρικτον ἔχει δρόμον. ἆ μέγα θαῦμα,
  8. καὶ μάλα μοι κοτέουσαν ἐποικτείρω σέθεν Ἥρην.
  9. ἦ ῥα τεὸς γενέτης πάλιν ἵξεται εἰς χορὸν ἄστρων;
  10. μή ποτε τοῦτο γένοιτο· καὶ εἰ Τιτηνὶς ἀκούω,
  11. οὐκ ἐθέλω Τιτῆνας ἰδεῖν κρατέοντας Ὀλύμπου,
  12. ἀλλὰ σὲ καὶ σέο τέκνα. σὺ δὲ κρατέοντι κεραυνῷ
  13. Ἀρτέμιδος προμάχιζε σαόφρονος· ἦ ῥα φυλάσσω
  14. παρθενικὴν ἀνάεδνον ἀναγκοίῳ παρακοίτῃ;
  15. ἦ ῥα τόκου ταμίη τόκον ὄψεται; ἦ ῥα τανύσσει
  16. χεῖρας ἐμοί; ποίην δὲ καλέσσομαι ἰοχεαίρῃ
  17. ἵλαον Εἰλείθυιαν, ὅτʼ Εἰλείθια λοχεύσῃ;
  18. ὣς φαμένης σκιοειδὲς ἑὸν πτερὸν Ὕπνος ἑλίξας
  19. εὔνασεν ἀμπνείουσαν ὅλην φύσιν· ἀλλὰ Κρονίων
  20. ἦν τότε μοῦνος ἄυπνος· ἐφαπλώσας δὲ Τυφωεὺς