Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἀντὶ δὲ συρίγγων ἐνοπῆς καὶ ἐθήμονος αὐλοῦ
- ἐννυχίαις πτερύγεσσι μέλος σύριζον ἀῆται.
- αἰθερίῳ δὲ Δράκοντι συνέμπορος Ἀρκάδος Ἄρκτου
- ἐννυχίην Τυφῶνος ἐπήλυσιν ὑψόθι λεύσσων
- ὄμμασιν ἀγρύπνοισι γέρων ἐφύλασσε Βοώτης,
- ἀντολίην ἐδόκευεν Ἑωσφόρος, Ἕσπερος ἀστὴρ
- ἑσπερίην, Νοτίας δὲ λιπὼν ἰθύντορι τόξων
- ὀμβρηρὰς Βορέαο πύλας περιδέδρομε Κηφεύς.
- καὶ πυρὰ πάντοθεν ἦεν, ἐπεὶ φλόγες αἴθοπες ἄστρων
- καὶ νύχιοι λαμπτῆρες ἀκοιμήτοιο Σελήνης
- ὡς δαΐδες σελάγιζον, ἀελλήεντι δὲ ῥόμβῳ
- πυκνὰ διαθρῴσκοντες ἀπʼ αἰθέρος ἄκρον Ὀλύμπου
- ἀστέρες ἀικτῆρες ἐπέγραφον ἠέρα πυρσῷ
- δεξιτεροὶ Κρονίωνι, κυβιστητῆρι δὲ παλμῷ
- πυκνὰ διαΐσσουσα χαρασσομένων νεφελάων
- ἀστεροπὴ σκίρτησεν, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
- κρύπτετο καὶ σελάγιζε παλίνδρομος ἄστατος αἴγλη,
- καὶ πλοκάμους πλεκτοῖο πυρὸς βοτρυδὸν ἑλίξας
- φέγγεϊ λαχνήεντι σέλας τρήχυνε κομήτης,
- καὶ δοκίδες μάρμαιρον ἐπήλυδες, οἷα δὲ μακροὶ