Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λαϊνέην στενάχουσαν ἐποικτείρωσιν ὁδῖται·
  2. ἀλλὰ κακογλώσσοιο τί μοι τύπος; ἵλαθι, Λητώ·
  3. ἐρρέτω αἰνοτόκοιο θεημάχον οὔνομα Νύμφης.
  4. ἡ μὲν ἔφη· φαέθων δὲ πόλον δινωτὸν ἐάσας
  5. εἰς δύσιν ἔτραπε δίφρον· ἀναθρῴσκουσα δὲ γαίης
  6. ὑψιτενὴς ἅτε κῶνος ἐς ἠέρα σιγαλέη Νὺξ
  7. οὐρανὸν ἀστερόεντι διεχλαίνωσε χιτῶνι,
  8. αἰθέρα δαιδάλλουσα· καὶ ἀννεφέλῳ παρὰ Νείλῳ
  9. ἀθάνατοι πλάζοντο, παρʼ ὀφρυόεντι δὲ Ταύρῳ
  10. Ζεὺς Κρονίδης ἀνέμιμνεν ἐγερσιμόθου φάος Ἠοῦς.
  11. νὺξ μὲν ἔην· φρουραὶ δὲ περὶ στίχες ἦσαν Ὀλύμπου
  12. ἑπτὰ περὶ ζώνῃσι, καὶ οἷά περ ὑψόθι πύργων
  13. ἔννυχον ἦν ἀλάλαγμα, βοὴ δʼ ἑτερόθροος ἄστρων
  14. ἀμφιλαφὴς πεφόρητο, καὶ ἀξονίης κτύπον ἠχοῦς
  15. ἐκ Κρονίης βαλβῖδος ἐδέχνυτο νύσσα Σελήνης·
  16. καὶ νεφέων στεφανηδὸν ἐπασσυτέρῃσι καλύπτραις
  17. οὐρανὸν ἐφράξαντο φυλάκτορες αἰθέρος Ὧραι
  18. ἀμφίπολοι Φαέθοντος· ἀσυλήτων δὲ πυλάων
  19. ἀστέρες Ἀτλάντειον ἐπεκλήισσαν ὀχῆα,
  20. μὴ λόχος εἰσέλθῃσι πόλον μακάρων ἀπεόντων·