Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς φόβον ἐπτοίησε, καὶ ἤλασεν ἄχρι θαλάσσης
  2. κρυπτόμενον πελάγεσσι, πεφυζότα θηρὸς ἀπειλήν·
  3. καὶ φόβον ἄλλον ὄπωπε, λέων θρασὺς ὅττι γυναῖκας
  4. θυρσοφόρους ἐδίωκε, κεχηνότος ἀνθερεῶνος,
  5. αἱμάσσων ὀνύχεσσι, χαρασσομένων δὲ γυναικῶν
  6. μύστιδος ὲκ παλάμης ἐκυλίνδετο θύσθλα κονίῃ,
  7. κύμβαλα δʼ ὲν χθονὶ κεῖτο· μεταστρεφθεῖσα δὲ Βάκχη
  8. δεσμὰ λεοντείοισιν ἐπεσφήκωσε γενείοις
  9. σειρὴν ἀμπελόεσσαν ἐπισφίγξασα καρήνῳ,
  10. ἀγχονίῳ δὲ λέοντος ἐπέπλεκεν αὐχένα δεσμῷ·
  11. θηρὶ δὲ θῆλυς ὅμιλος ἐπέδραμεν ἄλλος ἐπʼ ἄλλῳ,
  12. καὶ βλοσυροὺς ἐχάραξε πόδας καὶ χεῖρας ἀκάνθαις·
  13. καὶ μόγις εἱλικόεντι περιζωσθέντα κορύμβῳ
  14. Ἄρτεμις ἐζώγρησεν· ἀπʼ αἰθερίοιο δὲ κόλπου
  15. ἀστεροπὴ πυρόεσσα καταΐξασα προσώπου
  16. θῆρα παλινδίνητον ἐθήκατο τυφλὸν ὁδίτην.
  17. τοῖον ὄναρ Διόνυσος ἐσέδρακεν· ἐκ λεχέων δὲ
  18. ὀρθὸς ἐὼν ἔνδυνε φόνῳ πεπαλαγμένον Ἰνδῶν
  19. χάλκεον ἀστερόεντα κατὰ στέρνοιο χιτῶνα,
  20. καὶ σκολιῷ μίτρωσε κόμην ὀφιώδεϊ δεσμῷ,