Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ πόδας ἐσφήκωσεν ἐρευθιόωντι κοθόρνῳ,
  2. χειρὶ δὲ θύρσον ἄειρε, φιλάνθεμον ἔγχος Ἐνυοῦς·
  3. καὶ Σάτυρον κίκλησκεν ὀπάονα. θεσπεσίην δὲ
  4. Βακχείων στομάτων ἀίων ἀντίκτυπον ἠχὼ
  5. κοίρανος ἔγρετο Βότρυς, ἑὸν δʼ ἔνδυνε χιτῶνα·
  6. καὶ Πίον ὑπνώοντα--- μέθη δʼ ὡς ἔκλυε φωνῆς,
  7. κρᾶτα μόγις κούφιζε, βαρυνομένου δὲ καρήνου
  8. ὀκναλέη πάλιν εὗδε· καὶ ὄρθριον εἰσέτι νύμφη
  9. μίμνεν ἀμεργομένη γλυκερώτερον ὕπνον ὀπωπαῖς,
  10. ὀψὲ λέκτρον ἔλειπεν ἑῷ βραδυπειθέι ταρσῷ.
  11. καὶ Στάφυλος φιλόβοτρυς ἐφωμάρτησε Λυαίῳ
  12. εἰς ὁδὸν ἐσσυμένῳ ξεινήια δῶρα τιταίνων,
  13. χρύσεον ἀμφιφορῆα σὺν ἀργυρέοισι κυπέλλοις,
  14. οἷς πάρος αἰὲν ἔπινεν ἀμελγομένων γλάγος αἰγῶν·
  15. καὶ πόρε ποικίλα πέπλα, τά περ παρὰ Τίγριδος ὕδωρ
  16. νήματι λεπταλέῳ τεχνήσατο Περσὶς Ἀράχνη.
  17. καὶ Βρομίῳ πολύδωρος ἅναξ ἐφθέγξατο φωνήν·
  18. μάρναό μοι, Διόνυσε, καὶ ἄξια ῥέζε τοκῆος·
  19. δεῖξον, ὅτι Κρονίδαο φέρεις γένος· ἀρτιθαλὴς γὰρ
  20. γηγενέας Τιτῆνας ἀπεστυφέλιξεν Ὀλύμπου