Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ ζόφον ἐχλαίνωσεν ἑῷ χροῒ σιγαλέη νὺξ
  2. οὐρανὸν ἀστερόεντι διαγράψασα χιτῶνι.
  3. οἱ δὲ μετὰ κρητῆρα μέθης, μετὰ δεῖπνα τραπέζης
  4. βότρυς ὁμοῦ γενετῆρι καὶ οἰνοχύτῳ Διονύσῳ
  5. κεκριμένοι στοιχηδὸν ἐυστρώτων ἐπὶ λέκτρων
  6. ὕπνου δῶρον ἕλοντο καὶ ὡμίλησαν ὀνείροις.
  7. ἀλλʼ ὅτε δὴ ῥοδέοις ἀμαρύγμασιν ἅγγελος Ἠοῦς
  8. ἀκροφαὴς ἐχάραξε λιπόσκιον ὄρθρος ὀμίχλην,
  9. εὐχαίτης τότε Βάκχος ἑώιος ἄνθορεν εὐνῆς,
  10. ἐλπίδι νικαίῃ δεδονημένος· ἐννύχιος γὰρ
  11. Ἰνδῴην ἐδάιζε γονὴν κισσώδεϊ θύρσῳ,
  12. ὑπναλέης μεθέπων ἀπατήλιον εἰκόνα χάρμης.
  13. καὶ κτύπον εἰσαΐων Σατύρων καὶ δοῦπον ἀκόντων
  14. φλοῖσβον ὀνειρείης ἀπεσείσατο δηιοτῆτος,
  15. ὕπνον ἀποσκεδάσας πολεμήιον· εἶχε δὲ θυμῷ
  16. μαντιπόλου φόβον αἰνὸν ἀπειλητῆρος ὀνείρου·
  17. μιμηλῆς γὰρ ὄπωπε μάχης ἴνδαλμα Λυκούργου
  18. ἐσσομένων προκέλευθον, ὅτι θρασὺς ἔνδοθι λόχμης
  19. δύσμαχος ἐκ σκοπέλοιο λέων λυσσώδεϊ λαιμῷ
  20. Βάκχον ἔτι σκαίροντα καὶ οὐ ψαύοντα σιδήρου