Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ τρομεροῖσι πόδεσσιν ὀλισθήσασα κονίῃ
- εἰς πτερὸν αὐτοκύλιστος ἐσύρετο γείτονος Ὕπνου·
- καὶ γαμίῳ βαρύγουνος ἐθέλγετο κώματι νύμφη.
- τὴν μὲν ἰδὼν εὕδουσαν Ἔρως ἐπεδείκνυε Βάκχῳ,
- ὕμνον ἐποικτείρων· νέμεσις δʼ ἐγέλασσεν ἰδοῦσα.
- καὶ δολόεις Διόνυσος ἀδουπήτοισι κοθόρνοις
- εἰς γάμον ἄψοφος εἷρπε ποδῶν τεχνήμονι παλμῷ.
- κούρης δʼ ἐγγὺς ἵκανε· καὶ ἀτρέμας ἄκρον ἐρύσσας
- δεσμὸν ἀσυλήτοιο φυλάκτορα λύσατο μίτρης
- φειδομένῃ παλάμῃ, μὴ παρθένον ὕπνος ἐάσῃ.
- γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λοχείην
- φυταλιὴν ὤδινε, χαριζομένη Διονύσῳ,
- πολλὴν δʼ ἀμπελόεσσαν ἐλαφρίζουσα καλύπτρην
- πλεκτὴ βοτρυόεντι κάμαξ ἐβαρύνετο καρπῷ·
- καὶ λέχος ἦν πετάλοισι κατάσκιον· ἡμερίδων γὰρ
- αὐτοφυὴς μίτρωσεν ἕλιξ εὐάμπελον εὐνήν·
- καὶ πολὺς ἔνθα καὶ ἔνθα μετάρσιος οἴνοπι καρπῷ
- Κυπριδίοις ἀνέμοισιν ἐσείετο βότρυς ἀλήτης,
- ἀμφοτέρους δʼ ἐπύκαζε· σελινοφόρῳ δὲ κορύμβῳ
- ἱμερόεις ἐμέθυσσεν ὁμόζυγος οἰνάδος ὄρπηξ