Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πλεκτόν ἀεξομένης ἐπιβήτορα κισσὸν ὀπώρης.
  2. καὶ δολόεις γάμος ἦεν ὀνειρείης τύπον εὐνῆς
  3. ὕπνον ἔχων συνάεθλον· ἐνοσφίσθη δὲ κορείης
  4. παρθενικὴ κνώσσουσα, καὶ ἔδρακε πομπὸν Ἐρώτων
  5. ὕπνον ὑποδρηστῆρα μεθυσφαλέων ὑμεναίων.
  6. πνοιὴ δʼ ὑψιπόρῳ σκιρτήματι θυιάδος ὕλης
  7. ἄστατος αὐτοβόητος ἀνέπλεκεν ὕμνον Ἐρώτων,
  8. καὶ μέλος ἠνεμόφοιτον ὀρεσσαύλων ὑμεναίων
  9. αἰδομένοις στομάτεσσιν ἀμείβετο παρθένος Ἠχώ,
  10. Πανιὰς ὑστερόφωνος· ὑπὲρ δαπέδου δὲ χορεύων
  11. αὐλὸς ἐπεσμαράγησεν Ὑμὴν Υμέναιε λιγαίνων·
  12. ἱμερόεις γάμος οὗτος ὀρεστιὰς ἴαχε πεύκη.
  13. ψυχὴ δʼ ἠνεμόφοιτος ἀναΐξασα νομῆος
  14. παρθένον ὑπναλέην νυχίοις ἐρέθιζεν ὀνείροις·
  15. εἰσὶ καὶ ἱμείροντος Ἐρινύες, εὔγαμε κούρη·
  16. νυμφίον εἰ φύγες Ὕμνον, ἐνυμφεύθης Διονύσῳ·
  17. λοξὰ θεμιστεύεις, θαλαμηπόλε παρθένε νύμφη·
  18. κτείνεις γὰρ ποθέοντα, καὶ οὐ γαμέοντα διώκεις.
  19. παρθένε, χάλκεον ὕπνον ἐρασσαμένῳ πόρες Ὕμνῳ·
  20. παρθένε, νήδυμος ὕπνος ἀπώλεσε σεῖο κορείην.