Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ζηνὶ συναπτομένην Ἰξίονος οἶσθα γυναῖκα
  2. καὶ γάμιον χρεμέτισμα καὶ ἱππείους ὑμεναίους·
  3. Ἀντιόπης ἐδάης φιλοπαίγμονα θεσμὸν Ἐρώτων
  4. καὶ Σάτυρον γελόωντα νόθον μιμηλὸν ἀκοίτην.
  5. ὣς φάτο κερτομέουσα νόον δειδήμονα Βάκχου.
  6. καὶ δρυὸς ἐντὸς ἵκανεν ὁμήλικος. ἐν δὲ κολώναις
  7. ἀσχαλόων Διόνυσος ὁμάρτεε θυιάδι κούρῃ
  8. ποσσὶν ἐρωμανέεσσι, καὶ ὠκυπέδιλος Ἀμαζὼν
  9. ἄστατος ἄκρα κάρηνα μετήιε δύσβατα πέτρης,
  10. ἴχνος ἐρευνητῆρος ὑποκλέπτουσα Λυαίου.
  11. καὶ φλογερῷ Φαέθοντος ἱμασσομένης χρόα πυρσῷ
  12. ἄβροχα διψαλέης τερσαίνετο χείλεα κούρης·
  13. καί δόλον ἀγνώσσουσα γυναιμανέος Διονύσου
  14. ξανθὸν ὕδωρ ἐνόησε φιλακρήτου ποταμοῖο,
  15. καὶ πίεν ἡδὺ ῥέεθρον, ὅθεν πίον αἴθοπες Ἰνδοί·
  16. καὶ φρένα δινηθεῖσα μέθῃ βακχεύετο κούρη,
  17. καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ,
  18. καὶ διδύμην ἐδόκησεν ἰδεῖν πολυχανδέα λίμνην
  19. ὄμματα δινεύουσα· βαρυνομένου δέ καρήνου
  20. δέρκετο θηροβότου διπλούμενα νῶτα κολώνης·