Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀνδρομέην, πολύμορφε Τύχη, παίζουσα γενέθλην
  2. ἵλαθι, πανδαμάτειρα· μετὰ βροτέην τάχα φύτλην
  3. καὶ σκυλάκων κρατέεις, ὅτι δύσμορος οὕτος ἀλήτης
  4. θητεύει μετὰ Πᾶνα καὶ ἱμείροντι Λυαίῳ·
  5. παρθενικῇ μέμψασθε, φίλαι δρύες· εἴπατε, πέτραι·
  6. καὶ κύνες οἰκτείρουσι, καὶ οὐκ ἐλέαιρεν Ἀμαζών.
  7. εἰσὶ καὶ ἐν σκυλάκεσσιν ἐχέφρονες, οἷσι Κρονίων
  8. ἀνδρομέην φρένα δῶκε καὶ οὐ βροτέην πόρε φωνήν.
  9. ἔννεπεν ἄγχι φυτοῖο· διʼ εὐπετάλου δὲ κορύμβου
  10. φθογγῆς εἰσαΐουσα γυναιμανέος Διονύσου
  11. ἀρχαίη Μελίη φιλοκέρτομον ἴαχε φωνήν·
  12. ἄλλοι μέν, Διόνυσε, κυνοσσόοι ἰοχεαίρῃ
  13. ἐνθάδε θηρεύουσι, σὺ δʼ ἀγρώσσεις Ἀφροδίτῃ·
  14. ἡδὺς ὁ δειμαίνων ἁπαλόχροον ἄζυγα κούρην·
  15. Βάκχος ὁ τολμήεις ἱκέτης πέλε λάτρις Ἐρώτων·
  16. Ἰνδοφόνοις παλάμῃσιν ἀνάλκιδα λίσσετο κούρην.
  17. σὸς γενέτης οὐκ οἶδε πόθου θελξίφρονι μύθῳ
  18. εἰς γάμον, εἰς ὑμέναιον ἄγειν πειθήμονα κούρην·
  19. οὐ Σεμέλην ἱκέτευεν, ἕως ἐτύχησεν ἐρώτων.
  20. οὐ Δανάην παρέπεισεν, ἕως σύλησε κορείην·