Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὄμμα παλινδίνητον ἄγων, ὀχετηγὸν Ἐρώτων,
  2. εἰ τόσον, ὡς Νίκαια, πέλε λευκώλενος Ἥρη·
  3. ἑσπερίην δʼ ἐπὶ πέζαν ἑὴν ἐτίταινεν ὀπωπήν,
  4. εἰ πλέον ἀργυφέη πέλε παρθένος, ἠὲ Σελήνη.
  5. καὶ νέος, ἀμφιέπων ὑποκάρδιον ἕλκος Ἐρώτων,
  6. ἐγγὺς ἐὼν καὶ νόσφιν ἐὼν ἐμνώετο κούρης,
  7. πῶς βέλος εἰς σκοπὸν εἷλκεν ὀρειάδος ἀντίον ἄρκτου,
  8. πῶς δὲ λεοντείῃ παλάμην ἐσφίγξατο δειρῇ
  9. δίζυγα γυρώσασα βραχίονα μάρτυρι δεσμῷ,
  10. πῶς πάλιν ἱδρώουσα λοέσσατο χεύματι πηγῆς
  11. ἡμιφανής, καὶ μᾶλλον ἀεὶ μιμνήσκετο πέπλου,
  12. ὁππότε μιν δονέων καὶ ἐς ὀμφαλὸν ἄχρις ἀείρων
  13. γυμνώσας χροὸς ἄνθος ἀνηκόντιζεν ἀήτης·
  14. κείνου μνῆστιν ἔχων γλυκερὰς ἱκέτευεν ἀέλλας,
  15. ὄφρα πάλιν βαθύκολπον ἀναστείλωσι χιτῶνα.
  16. καὶ νέος ἀστήρικτος ἐυκραίρῳ παρὰ ποίμνῃ
  17. γείτονα θηρεύουσαν ἰδὼν ὑψαύχενα κούρην
  18. τοῖον ἀπερροίβδησεν ἔπος ζηλήμονι φωνῇ·
  19. Αἴθε βέλος γενόμην ἢ δίκτυον ἠὲ φαρέτρη,
  20. αἴθε βέλος γενόμην θηροκτόνον, ὄφρά με γυμναῖς