Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ δολόεις ἐρέθιζεν Ἔρως ποθέοντα νομῆα
  2. οἴστρῳ λαβροτέρῳ δεδονημένον· ἐν σκοπέλοις γὰρ
  3. παρθενικῆς ἀκίχητον ἐπεσσυμένης δρόμον ἄγρης
  4. πέπλον ὅλον κόλπωσεν ἐς ἠέρα κοῦφος ἀήτης·
  5. καὶ χροὸς ἤνθεε κάλλος· ἐλευκαίνοντο δὲ μηροὶ
  6. καὶ σφυρὰ φοινίσσοντο, καὶ ὡς κρίνον, ὡς ἀνεμώνη
  7. χιονέων μελέων ῥοδόεις ἀνεφαίνετο λειμών·
  8. καὶ νέος ἱμερόφοιτος ἔχων ἀκόρητον ὀπωπὴν
  9. ἀσκεπέων ἐδόκευεν ἐλεύθερον ἄντυγα μηρῶν
  10. [---]χώδεα [---
  11. βότρυν ὀπισθοπόροιο κόμης ἐλέλιζεν ἀήτης
  12. κουφίζων ἑκάτερθεν, ἀειρομένων δὲ κομάων
  13. λευκοφαὴς σελάγιζε μέσος γυμνούμενος αὐχήν.
  14. καὶ νέος οὐρεσίφοιτος ὁμάρτεε πολλάκι κούρῃ,
  15. πῇ μὲν ἐπιψαύων σταλίκων ἢ τόξον ἀφάσσων,
  16. πῇ δὲ ποθοβλήτοιο τιταινομένοιο βελέμνου
  17. ἱμερτῆς ἐδόκευε ῥοδόχροα δάκτυλα κούρης·
  18. εἴ ποτε τοξεύουσα κέρας κυκλώσατο νευρῇ,
  19. καὶ παλάμη γυμνοῦτο, λαθὼν νέος ὄμματι λοξῷ
  20. λευκὸν ὀιστευτῆρα βραχίονα δέρκετο κούρης,