Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χερσὶν ἐλαφρίσσειεν· ὀπισθοτόνοιο δὲ τόξου
  2. εἴην νεῦρα βόεια πολὺ πλέον, ὄφρά με μαζῷ
  3. χιονέῳ πελάσειε σαόφρονος ἔκτοθι μίτρης,
  4. ναὶ δαμάλη, ναὶ μόσχε, σαόφρονος ἔκτοθι μίτρης.
  5. παρθένε, κουφίζεις βέλος ὄλβιον· ὑμέτεροι δὲ
  6. ὕμνου μηλονόμοιο μακάρτεροί εἰσιν ὀιστοί,
  7. ὅττι τεῶν ψαύουσιν ἐρωτοτόκων παλαμάων.
  8. σοῖς γλυκεροῖς σταλίκεσσιν ἀφωνήτοισι μεγαίρω·
  9. οὐδὲ μόνον σταλίκων με φέρει πόθος· ἀλλὰ καὶ αὐτοῦ
  10. ζῆλον ἔχω τόξοιο καὶ ἀπνεύστοιο φαρέτρης.
  11. αἴθε μεσημβρίζουσα ποθοβλήτῳ παρὰ πηγῇ
  12. γυῖα καταψύξειεν, ἴδω δʼ ὑψαύχενα κούρην,
  13. ναὶ δαμάλη, ναὶ μόσχε, δίχα φθονεροῖο χιτῶνος.
  14. οὔ πώ μοι, Κυθέρεια, τόσην ᾤκτειρας ἀνάγκην;
  15. Θρινακίην οὐκ οἶδα καὶ οὐ κεραελκέα ποίμνην,
  16. οὐ βόας Ἠελίοιο κατʼ οὔρεα ταῦτα νομεύω,
  17. οὐ κρυφίην ἤγγειλε πατὴρ ἐμὸς Ἄρεος εὐνήν.
  18. παρθένε, μή με δίωκε, καὶ εἰ βόας εἰς νομὸν ἕλκω·
  19. οὐρανίων λεχέων ἐπιβήτορές εἰσι νομῆες·
  20. Τιθωνὸς ῥοδόεις πέλε νυμφίος, ὃν διὰ μορφὴν