Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- πέμπτῳ καὶ δεκάτῳ βριαρὴν Νίκαιαν ἀείδω, θηροφόνον ῥοδόπηχυν ἀπειλήτειραν Ἐρώτων.
- ὣς φαμένου νεφεληδὸν ἐπέρρεον αἴθοπες Ἰνδοὶ
- ἀμφὶ ῥόον ποταμοῖο μελίπνοον· ὧν ὁ μὲν αὐτῶν
- ἀγχιβάτης στατὸν ἴχνος ἐπʼ ἰλύι δισσὸν ἐρείσας
- ἡμιφανὴς ἕστηκε, καὶ ὀμφαλὸν ὕδατι δεύων,
- κυρτὸς ἔσω ποταμοῖο κεκυφότα νῶτα τιταίνων,
- χερσὶ βαθυνομένῃσι μελισταγὲς ἤφυσεν ὕδωρ·
- ὃς δὲ παρὰ προχοῇσι, κατάσχετος αἴθοπι δίψῃ,
- πορφυρέῳ προβλῆτα γενειάδα κύματι βάπτων,
- στῆθος ἐφαπλώσας ποταμηίδος ὑψόθεν ὄχθης,
- οἰγομένοις στομάτεσσιν ἀνείρυσεν ἰκμάδα Βάκχου·
- πρηνὴς δʼ ἄλλος ἔην πελάσας στόμα γείτονι πηγῇ,
- καὶ διερὰς δαπέδῳ ψαμαθώδεϊ χεῖρας ἐρείσας
- χείλεσι διψαλέοισιν ἐδέχνυτο δίψιον ὕδωρ·
- ἄλλοι δʼ ὀστρακόεντι μέθην ἀρύοντο κυπέλλῳ,
- πυθμένα κουφίζοντες ἐαγότος ἀμφιφορῆος·
- καὶ πολὺς ἑσμὸς ἔπινεν ἐρευθιόωντι ῥεέθρῳ
- κισσυβίῳ προχέων ποταμηίδος ὄγκον ἐέρσης,
- μηλονόμων ἄγραυλον ἔχων δέπας. ἀντιβίων δὲ
- οἶνον ἐρευγομένων πολυχανδέος ἀνθερεῶνος