Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- τοίην ἐκ στομάτων πολυθαμβέα ῥήξατο φωνήν·
- Ξεῖνον ἴδον καὶ ἄπιστον ἐγὼ ποτόν, οὐ γλάγος αἰγῶν
- ἄργυφον οὐ πέλε τοῦτο, καὶ οὐ μέλαν οἷά περ ὕδωρ,
- οὐδέ μιν οἷον ὄπωπα πολυτρήτοις ἐνὶ σίμβλοις
- βουβήεσσα μέλισσα λοχεύεται ἡδέι κηρῷ·
- ἀλλὰ νόον τέρπουσαν ἔχει καλλίπνοον ὀδμήν.
- ἀνὴρ διψαλέος πολυθαλπέι καύματος ἀτμῷ,
- βαιὸν ἑαῖς παλάμῃσιν ἀφυσσάμενος χυτὸν ὕδωρ
- λαίλαπα καρχαλέης ἀποσείεται αὐτίκα δίψης·
- καὶ μέλι μᾶλλον ἔχει ταχινὸν κόρον· ἆ μέγα θαῦμα,
- τοῦτο πιὼν ἐθέλω πιέειν πάλιν· ἀμφότερον γὰρ
- καὶ γλυκερὸν τόδε χεῦμα καὶ οὐ κόρον ἀνδράσι τίκτει.
- ἥβη, κάλπιν ἄειρε καὶ ἔρχεο δεῦρο λαβοῦσα
- Τρώιον οἰνοχόον, ζαθέων δρηστῆρα κυπέλλων,
- ὄφρα μελιρραθάμιγγος ἀφυσσάμενος ποταμοῖο
- Ζηνὸς ὅλους κρητῆρας ἀναπλήσῃ Γανυμήδης.
- δεῦτε, φίλοι, γεύσασθε μελισταγέος ποταμοῖο.
- ἐνθάδε παπταίνω τύπον αἰθέρος· αὐτόχυτον γὰρ
- κεῖνο, τό περ καλέουσι Διὸς πόμα, νέκταρ Ὀλύμπου
- νηιάδες χθονίοισιν ἀναβλύζουσι ῥεέθροις.