Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὄμμασι δερκομένοισιν ἐδιπλώθησαν ἐρίπναι,
  2. καὶ βλεφάροις δοκέεσκον ἰδεῖν διδυμόζυγον ὕδωρ.
  3. καὶ προχοὴ κελάρυζε φιλακρήτου ποταμοῖο
  4. ξανθὸν ἀναβλύζουσα μέθης ῥόον· ἡδυπότου δὲ
  5. οἰνάδος ἠρεύγοντο ῥοὰς εὐώδεες ὄχθαι.
  6. δυσμενέας δʼ ἐμέθυσσε χάλις ῥόος. ἔνθά τις ἀνὴρ
  7. Ἰνδὸς ἀμερσινόοιο μέθης δεδονημένος οἴστρῳ
  8. εἰς ἀγέλην ἤιξε, καὶ εὐπετάλῳ παρὰ λόχμῃ
  9. ταῦρον ἀπειλητῆρα μετήγαγε δέσμιον ἕλκων,
  10. διχθαδίων κεράων κεχαραγμένον ἄκρον ἐρύσσας
  11. τολμηραῖς παλάμαις, διδυμάονος οἷα κεραίης
  12. ταυροφυῆ Διόνυσον ὑπὸ ζυγὰ δούλια σύρων·
  13. ἄλλος ἔχων δασπλῆτα σιδηρείης γένυν ἅρπης
  14. αἰγὸς ὀρεσσινόμοιο διέθρισεν ἀνθερεῶνα,
  15. θηγαλέῳ δρεπάνῳ δεδαϊγμένον, οἷά τε δειρὴν
  16. Πανὸς ἐυκραίροιο ταμὼν γαμψώνυχι χαλκῷ·
  17. ἄλλος ἀπηλοίησε βοῶν κεραελκέα φύτλην,
  18. οἷά περ ἀμώων Σατύρων ταυρώπιδα μορφήν,
  19. ὃς δὲ τανυκραίρων ἐλάφων ἐδίωκε γενέθλην
  20. στικτῆς εἰσορόων πολυδαίδαλον εἶδος ὀπωπῆς,