Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Εὐπετάλη κεκόρυστο, φιλοσταφύλῳ δὲ πετήλῳ
- κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου·
- Στησιχόρη δʼ εὔβοτρυς ἐπεσκίρτησε κυδοιμῷ,
- καὶ δηίων ἔσσευε γένος ῥηξήνορι ῥόμβῳ
- κύμβαλα δινεύουσα βαρύβρομα δίζυγι χαλκῷ.
- καὶ πολὺς ἀμφοτέροισιν ἔην μόθος· ἔβρεμε σύριγξ,
- σύριγξ ἐγρεκύδοιμος, ἐπέκτυπε δʼ αὐλὸς Ἐνυοῦς,
- Βασσαρίδες δʼ ὀλόλυξαν· ἐγειρομένου δὲ κυδοιμοῦ
- βρονταίοις πατάγοισι μέλας μυκώμενος ἀὴρ
- ἐκ Διὸς ἐσσομένην Βρομίῳ μαντεύσατο νίκην.
- καὶ πολὺς ἑσμὸς ἔπιπτεν· ὅλη δʼ ἐρυθαίνετο λύθρῳ
- ὑγρῷ διψὰς ἄρουρα, καὶ Ἀστακίδος στόμα λίμνης
- αἱμοβαφὲς κελάρυζε, φόνῳ κεκερασμένον Ἰνδῶν.
- Ἀντιβίους δʼ ᾤκτειρε θεὸς φιλοπαίγμονι θυμῷ
- καὶ προχοαῖς κατέχευε μέθης γέρας, ἐκ δὲ ῥοάων
- χιονέην ἤμειψε φυὴν ξανθόχροον ὕδωρ,
- καὶ ποταμὸς κελάρυζε μελίρρυτα χεύματα σύρων,
- καὶ προχοὰς ἐμέθυσσεν· ἀμειβομένων δὲ ῥοάων
- ἔπνεον ἀρτιχύτοιο μέθης εὐώδεες αὖραι·
- ὄχθαι ἐφοινίσσοντο· πιὼν δέ τις Ἰνδὸς ἀγήνωρ