Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- παιδογόνων προχέων φιλοτήσιον ὄμβρον ἀρότρων·
- γαῖα δὲ δεξαμένη γαμίην Κρονίωνος ἐέρσην
- ἀλλοφυῆ κερόεσσαν ἀνηκόντιζε γενέθλην.
- τοῖσι κορυσσομένοισι συνέδραμον εἰν ἑνὶ Βάκχαι,
- αἱ μὲν Μῃονίης ἀπὸ ῥωγάδος, αἱ δὲ κολώνης
- ἠλιβάτων ἤιξαν ὑπὲρ Σιπύλοιο καρήνων.
- νύμφαι δʼ ἑλκεχίτωνες Ὀρειάδες ἄρσενι θυμῷ
- λυσσάδες ἐρρώοντο σὺν εὐθύρσοισι μαχηταῖς,
- αἵ τε παλιννόστων ἐτέων πολυδινέι νύσσῃ
- μηκεδανὸν ζώεσκον ἐπὶ χρόνον, αἱ μὲν ἐρίπναις
- γείτονες οἰονόμων ἐπιμηλίδες, αἱ δὲ λιποῦσαι
- ἄλσεα δενδρήεντα καὶ ἀγριάδος ῥάχιν ὕλης,
- συμφυέες Μελίαι δρυὸς ἥλικος· αἳ τότε πᾶσαι
- εἰς μόθον ἠπείγοντο συνήλυδες, αἱ μὲν ἑλοῦσαι
- τύμπανα χαλκεόνωτα, Κυβηλίδος ὄργανα Ῥείης,
- αἱ δὲ κατηρεφέες πλοκάμους ἑλικώδεϊ κισσῷ,
- ἄλλαι ἐμιτρώθησαν ἐχιδναίοισι κορύμβοις·
- χειρὶ δὲ θύρσον ἄειρον ἀκαχμένον, αἷς τότε Λυδαὶ
- μαινάδες ὡμάρτησαν ἀταρβέες εἰς μόθον Ἰνδῶν·
- ὧν τότε Βασσαρίδες θιασώδεες ἴδμονι τέχνῃ