Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κρείσσονες ἠπείγοντο Διωνύσοιο τιθῆναι,
  2. αἴγλη Καλλιχόρη τε καὶ Εὐπετάλη καὶ Ἰώνη
  3. καὶ Καλύκη γελόωσα Βρύουσά τε, σύννομος Ὥραις,
  4. Σειλήνη τε Ῥόδη τε καὶ Ὠκυνόη καὶ Ἐρευθὼ
  5. Ἀκρήτη τε Μέθη τε, καὶ ἕσπετο σύννομος Ἅρπῃ
  6. Οἰνάνθη ῥοδόεσσα καὶ ἀργυρόπεζα Λυκάστη,
  7. Στησιχόρη Προθόη τε· φιλομμειδὴς δὲ γεραιὴ
  8. οἰνοβαρὴς Τρυγίη πυμάτη κεκόρυστο καὶ αὐτή.
  9. κεκριμένον μὲν ἕκαστος ἑὸν στρατὸν ἤγαγε Βάκχῳ,
  10. πάντων δʼ ἡγεμόνευε πυρίβρομος Εἰραφιώτης
  11. ἀστράπτων ἀρίδηλος· ἐς ὑσμίνην δὲ χορεύων
  12. οὐ σάκος, οὐ δόρυ θοῦρον ἐκούφισεν, οὐ ξίφος ὤμῳ,
  13. οὐ κυνέην ἐπέθηκεν ἀκερσικόμοισιν ἐθείραις,
  14. χάλκεον ἀρραγέος κεφαλῆς σκέπας, ἀλλὰ καρήνου
  15. ἄπλοκον ἐσφήκωσε δρακοντείῳ τρίχα δεσμῷ,
  16. κράασι κυκλώσας βλοσυρὸν στέφος· ἀντὶ δὲ τυκτῆς
  17. δαιδαλέης κνημῖδος ἕως ἐπιγουνίδος ἄκρης
  18. ἄργυφα πορφυρέοις ἐπεθήκατο ταρσὰ κοθόρνοις,
  19. νεβρίδα λαχνήεσσαν ἐπὶ στέρνοιο καθάψας,
  20. στικτὸν ἔχων θώρηκα, τύπον κεχαραγμένον ἄστρων·