Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ βοέη βλάστησε κατὰ κροτάφοιο κεραίη,
- ὄμματα δʼ εὐρύνοντο τανυκραίροιο μετώπου,
- καὶ σκολιαὶ πλοκαμῖδες ἀνηέξηντο καρήνων,
- γναθμοὶ δʼ ἀργιόδοντες ἐμηκύνοντο γενείων,
- ξείνη δʼ αὐτοτέλεστος ἀπʼ ἰξύος εἰς πόδας ἄκρους
- ἀμφιλαφὴς λασίοιο κατʼ αὐχένος ἔρρεε χαίτη.
- δώδεκα δὲ ξύμπαντας ἐκόσμεον ἡγεμονῆες,
- Σπαργεύς τε Γληνεύς τε χοροίτυπος, ἀλλοφυὴς δὲ
- σύνδρομος Εὐρυβίῳ σταφυληκόμος ἵκετο Κητεύς,
- καὶ Ῥιφόνῳ Πετραῖος ὁμάρτεεν, ἀκροπότης δὲ
- Αἴσακος Ὀρθάων τε συνέστιχον, οἷς μίαν ἄμφω
- Ἀμφίθεμις καὶ Φαῦνος ἐποιήσαντο πορείην,
- εὐκεράῳ δὲ Φάνητι συνέμπορος ἦλθε Νομείων.
- Κενταύρων δʼ ἑτέρη διφυὴς κεκόρυστο γενέθλη,
- Κυπριάς, ὁππότε Κύπρις ἐπέτρεχεν εἴκελον αὔραις
- ἴχνιον ἱμείροντος ἀλυσκάζουσα τοκῆος,
- μὴ γενέτην ἀθέμιστον ἐσαθρήσειεν ἀκοίτην,
- Ζεὺς δὲ πατὴρ ὑπόειξε γάμων ἄψαυστον ἐάσας
- ὠκυτέρην ἀκίχητον ἀναινομένην Ἀφροδίτην·
- ἀντὶ δὲ Κυπριδίων λεχέων ἔσπειρεν ἀρούρῃ