Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- μιμηλὴ κροκόπεπλος ἐν εἵμασι φαίνετο κούρη
- ἀρτιθαλής, φθονερῆς δὲ παραπλάζων νόον Ἥρης
- χείλεσιν ἀντιτύποισιν ἀνήρυγε θῆλυν ἰωήν,
- καὶ πλοκάμοις εὔοδμον ἐπεσφήκωσε καλύπτρην
- θήλεα πέπλα φέρων πολυδαίδαλα· μεσσατίῳ δὲ
- στήθεϊ δεσμὸν ἔβαλλε καὶ ὄρθιον ἄντυγα μαζοῦ ---
- παρθενίῳ ζωστῆρι, καὶ οἷά περ ἅμμα κορείης
- πορφυρέην λαγόνεσσι συνήρμοσε κυκλάδα μίτρην.
- καὶ δόλος ἦν ἀνόνητος, ἐπεὶ μάθεν ὑψόθεν Ἥρη
- πάντοθι δινεύουσα πανόψιον ὄμμα προσώπου,
- μορφὴν ἀλλοπρόσαλλον ὀπιπεύουσα Λυαίου·
- καὶ Βρομίου φυλάκεσσιν ἐχώσατο· δεξαμένη δὲ
- Θεσσαλίδος δολόεντα παρʼ Ἀχλύος ἄνθεα ποίης
- ὕπνον θελγομένων φυλάκων ἐπέχευε καρήνῳ,
- μάγγανα φαρμακόεντα κατασταλάουσα κομάων·
- καὶ μάγον ἁβρὸν ἄλειφα περιχρίσασα προσώπῳ
- ἀνδρομέης ἤμειψε παλαίτερον εἶδος ὀπωπῆς·
- τοῖσι μὲν οὐατόεσσα φυῆς ἰνδάλλετο μορφή,
- ἱππείη δʼ ἀνέτελλε διʼ ἰξύος ὄρθιος οὐρὴ
- ἰσχία μαστίζουσα δασυστέρνοιο φορῆος,