Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χεῖρας ἐλαφρίζοντες ὀριπλανέος γενετῆρος
  2. γηροκόμοις ῥοπάλοισι· λιποσθενέων δὲ γερόντων
  3. νωχελὲς ἀμπελόεντι δέμας κουφίζετο βάκτρῳ,
  4. ὧν μάλα πουλυέτηρος ἔην χρόνος, ὧν ἄπο θερμὴ
  5. πουλυγάμων Σατύρων διφυὴς ἀνέτελλε γενέθλη.
  6. καὶ Σατύρους κερόεντας ἐκόσμεον ἡγεμονῆες
  7. Ποιμένιος Θίασός τε καὶ Ὑψίκερως καὶ Ὀρέστης,
  8. καὶ κεραῷ Φλεγραῖος ἐφωμάρτησε Ναπαίῳ·
  9. ἦλθε Γέμων, κεκόρυστο Λύκων θρασύς· ἀκροπότῃ δὲ
  10. πετραίῳ γελόωντι φιλέψιος ἕσπετο Φηρεύς,
  11. καὶ Λάμις οὐρεσίφοιτος ὁμόστολον εἶχε πορείην
  12. Ληνοβίῳ, καὶ Σκιρτὸς ἐκώμασε σύνδρομος Οἴστρῳ,
  13. σὺν δὲ Φερεσπόνδῳ Λύκος ἤιεν, ἠχέτα κῆρυξ,
  14. καὶ Πρόνομος πραπίδεσσι κεκασμένος, οὓς τέκεν Ἑρμῆς
  15. ἰφθίμην κρυφίοισιν ὑποζεύξας ὑμεναίοις,
  16. τήν ποτε Δῶρος ἔτικτε, Διὸς βλάστημα γενέθλης,
  17. ῥίζα γονῆς Ἕλληνος, ἀπʼ ἀρχεγόνοιο δὲ Δώρου
  18. Δωρίδος ἐβλάστησεν Ἀχαικὸν αἷμα γενέθλης·
  19. τοῖσι γέρας καὶ σκῆπτρον ἐπέτρεπεν Εἰραφιώτης
  20. οὐρανίου κήρυκος ἀεξινόοιο τοκῆος.