Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ νομίῳ κεκόρυστο σὺν Ὠμηστῆρι Δαφοινεύς·
- καὶ Φόβος ὡμάρτησε δασυκνήμιδι Φιλάμνῳ·
- Ξάνθῳ Γλαῦκος ἵκανεν ὁμόστολος· ἀντιτύποις γὰρ
- Γλαῦκος ἑοῖς μελέεσσιν ὁμόχροος ἔσκε θαλάσσῃ
- γλαυκιόων, καὶ Ξάνθος ἔχων ξανθόχροα χαίτην
- οὔνομα τοῖον ἔδεκτο κερασφόρος ἀστὸς ἐρίπνης·
- καὶ θρασὺς Ἄργος ἵκανε φέρων χιονώδεα χαίτην.
- τοῖσιν ἔσαν δύο Πᾶνες ὁμήλυδες, οὓς τέκεν Ἑρμῆς
- κεκριμένῃ φιλότητι μιγεὶς διδυμάοσι Νύμφαις·
- τὸν μὲν ὀρεστιάδος Σώσης μετανεύμενος εὐνὴν
- μαντιπόλου σπέρμηνε θεηγόρον ἔμπλεον ὀμφῆς,
- Ἀγρέα θηροφόνῳ μελέτῃ πεπυκασμένον ἄγρης·
- τὸν δὲ νομαῖς ὀίων Νόμιον φίλον, ὁππότε Νύμφης
- δέμνιον ἀγραύλοιο διέστιχε Πηνελοπείης,
- ποιμενίῃ σύριγγι μεμηλότα. τοῖς ἅμα Φόρβας
- ὠμηστὴς ἀκόρητος ὁμόστολον εἶχε πορείην.
- καὶ παλάμην νάρθηκι γέρων Σειληνὸς ἐρείσας
- δισσοφυὴς κεκόρυστο κερασφόρος υἱὸς ἀρούρης,
- τρισσοὺς παῖδας ἄγων θιασώδεας· εἰς ἐνοπὴν γὰρ
- Ἀστραῖος κεκόρυστο, Μάρων κίεν, ἕσπετο Ληνεύς,