Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αἰεὶ μὲν μεθύουσα φιλακρήτοισι κυπέλλοις
  2. πᾶσα γονὴ Σατύρων θρασυκάρδιος, ἐν δὲ κυδοιμῷ
  3. μοῦνον ἀπειλητῆρες ἀεὶ φεύγοντες Ἐνυώ,
  4. νόσφι μόθοιο λέοντες, ἐνὶ πτολέμοις δὲ λαγωοί,
  5. ἴδμονες ὀρχηστῆρες, ἐπιστάμενοι πλέον ἄλλων
  6. οἰνοδόκου μέθυ λαρὸν ἀπὸ κρητῆρος ἀφύσσειν·
  7. τῶν ὀλίγοι γεγάασι μαχήμονες, οὓς θρασὺς Ἄρης
  8. παντοίην ἐδίδαξε μεληδόνα δηιοτῆτος,
  9. κοσμῆσαι δὲ φάλαγγα· κορυσσομένου δὲ Λυαίου
  10. οἱ μὲν ἀδεψήτοισι δέμας κρύψαντο Βοείαις,
  11. οἱ δὲ δοραῖς λασίῃσιν ἐκαρτύνοντο λεόντων,
  12. ἄλλοι πορδαλίων βλοσυρὰς δύσαντο καλύπτρας,
  13. οἱ δὲ τανυπτόρθοισιν ἐθωρήσσοντο κορύμβοις,
  14. οἱ δὲ τανυκραίρων ἐλάφων ἀντίρροπον ἄστρων
  15. ποικίλον ἐν στέρνοισιν ἀνεζώννυντο χιτῶνα·
  16. τοῖς μὲν ἐπὶ κροτάφοις διδυμάονες ἀμφὶ μετώπῳ
  17. ὀξυτενεῖς γλωχῖνες ἐμηκύνοντο κεραίης,
  18. ψεδνὴ δʼ ὀκριόεντι καρήατι φύετο χαίτη
  19. ἀκροφανὴς σκολιοῖσιν ἐπʼ ὄμμασιν, οὔατα δʼ ἄμφω
  20. νισσομένων πτερόεντες ἀνερρίπιζον ἀῆται