Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- θέσκελον ἅρμα φέρεις, οὐ πόρδαλιν ἡνιοχεύεις.
- δίφρα τεοῦ Βρομίοιο Μάρων λάχε, χεῖρα τιταίνων
- θηρονόμῳ μάστιγι καὶ εὐλάιγγι χαλινῷ·
- ποῖον ἔχεις τόδε δῶρον ἀπʼ εὐθύρσοιο Λυαίου;
- πηκτίδα Πᾶνες ἔχουσι καὶ εὐκελάδων θρόον αὐλῶν,
- καὶ Σατύροις πόρε κύκλον ἐρισμαράγοιο βοείης
- σὸς ταμίης Διόνυσος, ὀρεστιάδες δὲ καὶ αὐταὶ
- Βασσαρίδες ῥαχίῃσιν ἐφεδρήσσουσι λεόντων.
- ποῖα τεῆς φιλότητος ἐπάξια δῶρα κομίζεις,
- πορδαλίων ἐλατῆρι μάτην πεφιλημένε Βάκχῳ;
- πολλάκι Φοιβείοιο καθήμενος ὑψόθι δίφρου
- ὑψιφανὴς ἤλαυνεν Ἀτύμνιος ἠέρα τέμνων·
- ἔκλυες αὐτὸν Ἄβαριν, ὃν εἰς δρόμον ἠεροφοίτην
- ἱπταμένῳ πόμπευεν ἀλήμονι Φοῖβος ὀιστῷ
- αἰετὸν ἡνιόχευεν ἐν αἰθέρι καὶ Γανυμήδης
- Ζῆνα νόθον πτερόεντα, τεοῦ γενετῆρα Λυαίου·
- ἄμπελον οὔ ποτε Βάκχος ἐκούφισεν, ὄρνις Ἐρώτων,
- σὸν δέμας ἀδρύπτοισιν ἑοῖς ὀνύχεσσιν ἀείρων.
- Τρώιος οἰνοχόος πέλε φέρτερος, ὅς Διὸς αὐλὴν
- οἶκον ἔχει. σὺ δέ, κοῦρε, φέρων πόθον εἰσέτι δίφρου