Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς δρόμον ἀστήρικτον ἀναίνεο πῶλον ἐλαύνειν,
  2. ὅττι ταχυστροφάλιγγι ποδῶν δεδονημένος ὁλκῷ
  3. ἵππος ἀελλήεις ἀποσείεται ἡνιοχῆα·
  4. Γλαῦκον ἀπεστυφέλιξαν ἐπὶ χθόνα λυσσάδες ἵπποι,
  5. καὶ ξυνῆς μεθέπων Ποσιδήιον αἷμα γενέθλης
  6. ἠερόθεν προκάρηνον ἀπόσπορον ἐννοσιγαίου
  7. Πήγασος ὠκυπέτης ἀπεσείσατο Βελλεροφόντην.
  8. δεῦρό μοι εἰς ἀγέλην, λιγυηχέες ἧχι νομῆες
  9. καὶ βόες ἱμερόεντες, ἐφεδρήσσοντα δὲ ταύρῳ
  10. ὑψιφανῆ τελέσω σε βοοσσόον ἡνιοχῆα·
  11. σὸς γὰρ ἄναξ πολὺ μᾶλλον ἐπαινήσει σε δοκεύων,
  12. ταυροφυὴς Διόνυσος, ἐφήμενον ἰξύι ταύρου.
  13. νόσφι φόβου δρόμος οὗτος, ἐπεὶ καὶ θῆλυς ἐοῦσα
  14. παρθένος Εὐρώπη βοέων ἐπεβήσατο νώτων,
  15. χερσὶ κέρας κρατέουσα καὶ οὐ χατέουσα χαλινοῦ.
  16. ὣς φαμένη παρέπεισε, καὶ ἠέρα δύσατο δαίμων.
  17. καί τις ἀπὸ σκοπέλοιο κατέδραμε ταῦρος ἀλήτης
  18. ἀπροϊδής, καὶ γλῶσσαν, ἑῆς ἐπιμάρτυρα, δίψης,
  19. χείλεσιν οἰγομένοισι προΐσχανεν ἀνθερεῶνος,
  20. καὶ πίεν· ἀμφὶ δὲ κοῦρον, ἅ περ παρεόντα νομῆα,