Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς ὄρος, εἰς πλαταμῶνα, καὶ εἰς δρόμον ἠθάδος ἄγρης.
  2. καί μιν ἰδὼν ἔτι Βάκχος ἐτέρπετο· καὶ γὰρ ὀπωπαὶ
  3. οὔ ποτε δερκομένοισι κόρον τίκτουσιν ἐρώτων.
  4. πολλάκι καὶ βρομίοιο παρεζομένοιο τραπέζῃ
  5. ἠίθεος σύριζεν ἀήθεα Μοῦσαν ἀμείβων,
  6. καὶ δονάκων συνέχευεν ὅλον μέλος· οἷα δὲ κούρου
  7. καλὰ μελιζομένοιο, καὶ εἰ τόνον ἔκλασε μολπῆς,
  8. Βάκχος ὑπὲρ δαπέδοιο θορὼν ἀνεμώδεϊ παλμῷ
  9. χερσὶ συνεπλατάγησε πολύκροτος, ἠιθέου δὲ
  10. εἰσέτι μελπομένοιο περὶ στόμα χεῖλος ἐρείσας
  11. ἁρμονίης πρόφασιν φιλίῳ προσπτύξατο δεσμῷ·
  12. ὤμοσε καὶ Κρονίδην, ὅτι τηλίκον ὑμνοπόλος Πὰν
  13. οὔ ποτε ῥυθμὸν ἄεισε, καὶ οὐ λιγύφωνος Ἀπόλλων.
  14. καὶ θρασὺν εἰσορόωσα νέον θανατηφόρος Ἄτη
  15. οὔρεσιν ἀγρώσσοντος ἀποπλαγχθέντα Λυαίου,
  16. ἠιθέου χαρίεντος ὁμοίιος ἥλικι κούρῳ
  17. Αμπελον ἠπεροπῆι τόσῳ μειλίξατο μύθῳ,
  18. μητρυιῇ Φρυγίοιο χαριζομένη Διονύσου·
  19. Σὸς φίλος, ἄτρομε κοῦρε, μάτην Διόνυσος ἀκούει·
  20. ποῖον ἑταιρείης γέρας ἔλλαχες; οὐ σὺ Λυαίου