Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἦλθε καὶ εἰς Ἀρίμων φόνιον σπέος, εὖτε κολῶναι
- φοιτάδες ἀρρήκτοιο πύλας ἤρασσον Ὀλύμπου,
- εὖτε θεοὶ πτερόεντες ἀχείμονος ὑψόθι Νείλου
- ὀρνίθων ἀκίχητον ἐμιμήσαντο πορείην
- ἠερίῳ ξένον ἴχνος ἐρετμώσαντες ἀήτῃ,
- καὶ πόλος ἑπτάζωνος ἱμάσσετο· καὶ γὰρ ἐς εὐνὴν
- Πλουτοῦς Ζεὺς Κρονίδης πεφορημένος, ὄφρα φυτεύσῃ
- Τάνταλον οὐρανίων ἀεσίφρονα φῶρα κυπέλλων,
- αἰθέρος ἔντεα θῆκε μυχῷ κεκαλυμμένα πέτρης
- καὶ στεροπὴν ἔκρυψεν· ὑπωροφίων δὲ κεραυνῶν
- καπνὸν ἐρευγομένων ἐμελαίνετο λευκὰς ἐρίπνη,
- καὶ κρυφίῳ σπινθῆρι πυριγλώχινος ὀιστοῦ
- πηγαὶ ἐθερμαίνοντο, χαραδραίων δὲ ῥεέθρων
- Μυγδονὶς ἀφριόωσα φάραγξ ἐπεβόμβεεν ἀτμῷ.
- καὶ παλάμας τανύσας ὑπὸ νεύματι μητρὸς Ἀρούρης
- ὅπλα Διὸς νιφόεντα [*](So L and all MSS., emended to φλογόεντα by Graefe.) Κίλιξ ἔκλεψε Τυφωεύς,
- ὅπλα πυρός· πετάσας δὲ βαρυσμαράγων στίχα λαιμῶν
- παντοίην ἀλάλαζεν ὁμοφθόγγων ὄπα θηρῶν·
- συμφυέες δὲ δράκοντες ἐπερρώοντο προσώπῳ
- πορδαλίων, βλοσυρὰς δὲ κόμας λιχμῶντο λεόντων,