Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ βοέας σπειρηδὸν ἐμιτρώσαντο κεραίας
  2. οὐραίαις ἑλίκεσσι, τανυγλώσσων δὲ γενείων
  3. ἰὸν ἀκοντιστῆρα συῶν ἐπεμίγνυον ἀφρῷ.
  4. ἔντεα δὲ Κρονίδαο τιθεὶς ὑπὸ φωλάδα πέτρην
  5. ἠλιβάτων ἐτίταινεν ἐς αἰθέρα λήια χειρῶν·
  6. εὐπαλάμῳ δὲ φάλαγγι περὶ σφυρὸν ἄκρον Ὀλύμπου
  7. τῇ μὲν ἐπισφίγγων Κυνοσουρίδα, τῇ δὲ πιέζων
  8. ἄξονι κεκλιμένης λοφίην ἀνεσείρασεν Ἄρκτου
  9. Παρρασίης, ἑτέρῃ δὲ λαβὼν ἀνέκοψε Βοώτην,
  10. ἄλλῃ Φωσφόρον εἷλκε, μάτην δʼ ὑπὸ κυκλάδι νύσσῃ
  11. πρώιος αἰθερίης ἐπεσύρισεν ἦχος ἱμάσθλης·
  12. εἴρυσεν ἠριγένειαν, ἐρυκομένοιο δὲ Ταύρου
  13. ἄχρονος ἡμιτέλεστος ἐλώφεεν ἱππότις Ὥρη·
  14. καὶ σκιεροῖς πλοκάμοισιν ἐχιδνοκόμων κεφαλάων
  15. ἀχλύι φέγγος ἔην κεκερασμένον, ἠματίη δὲ
  16. ἠελίῳ σελάγιζε συναντέλλουσα Σελήνη.
  17. οὐδὲ Γίγας ἀπέληγε· παλιννόστῳ δὲ πορείῃ
  18. εἰς Νότον ἐκ Βορέαο, λιπὼν πόλον εἰς πόλον ἔστη·
  19. καὶ δολιχῇ παλάμῃ δεδραγμένος Ἡνιοχῆος
  20. νῶτα χαλαζήεντος ἐμάστιεν Αἰγοκερῆος,