Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἦ ῥα Ποσειδάων ἀπατήλιος ἥρπασε κούρην
  2. ταυρείην κερόεσσαν ἔχων ποταμηίδα μορφήν;
  3. μὴ δόλον ἄλλον ὕφηνε πάλιν μετὰ δέμνια Τυροῦς,
  4. ὡς καὶ χθιζὰ τέλεσσεν, ὅθʼ ὑδατόεις παρακοίτης
  5. χεύμασι μιμηλοῖσι νόθος κελάρυζεν Ἐνιπεύς;
  6. τοῖον ἔπος περόων Ἑλλήνιος ἔννεπε ναύτης
  7. θαμβαλέος. βοέους δὲ γάμους μαντεύσατο κούρη,
  8. καὶ πλοκάμους τίλλουσα γοήμονα ῥῆξεν ἰωήν·
  9. Κωφὸν ὕδωρ, ῥηγμῖνες ἀναυδέες, εἴπατε ταύρῳ,
  10. εἰ βόες εἰσαΐουσιν· ἀμείλιχε, φείδεο κούρης.
  11. εἴπατέ μοι, ῥηγμῖνες, ἐμῷ φιλόπαιδι τοκῆι
  12. Εὐρώπην λιπόπατριν ἐφεζομένην τινὶ ταύρῳ
  13. ἅρπαγι καὶ πλωτῆρι καί, ὡς δοκέω, παρακοίτῃ.
  14. μητέρι βόστρυχα ταῦτα κομίσσατε, κυκλάδες αὖραι.
  15. ναί, λίτομαι, Βορέης, ὡς ἥρπασας Ἀτθίδα νύμφην,
  16. δέξό με σαῖς πτερύγεσσι μετάρσιον· ἴσχεο, φωνή,
  17. μὴ Βορέην μετὰ ταῦρον ἐρωμανέοντα νοήσω.
  18. ὣς φαμένη ῥαχίῃσι βοὸς πορθμεύετο κούρη·
  19. Κάδμος ὅθεν περίφοιτος ἀπὸ χθονὸς εἰς χθόνα βαίνων
  20. ἄστατα νυμφοκόμοιο μετήιεν ἴχνια ταύρου.