Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ταῦτα δὲ οὐκ ἀγνοοῦμεν πολλῷ εἶναι ἐλάττονα ὧν χωρεῖ ὁ τόπος ἐξεταζόμενος, ἀποκαλύπτοντος τοῦ θεοῦ, καὶ ἐπιδημοῦντος τοῦ λόγου αὐτοῦ εἰς τὸ παραστῆσαι τὴν δόξαν τοῦ θεοῦ, καὶ ᾧ δύναται δωρήσασθαι ὁ πατὴρ δωρούμενος γνωσθῆναι τὴν πᾶσαν δόξαν τοῦ θεοῦ.
διὸ ὡς βραχεῖς καὶ πολλῷ ταπεινότεροι τῆς ἀξίας τῶν λόγων, καὶ ἐπὶ τοῖς ἐκτεθεῖσιν χάριτας ὁμολογοῦμεν τῷ θεῷ, οὖσιν πολλῷ μείζοσιν τῆς ἡμετέρας ἀξίας.
(19) Συναγαγὼν ἐκ τῶν εὐαγγελίων τὰς ὡς ὑπὸ πατρὸς λεγομένας τοῦ σωτῆρος ἡμῶν πρὸς τέκνα φωνάς, θάρρει λέγειν ὅτι τινῶν ὁ σωτὴρ πατήρ ἐστιν· τῷ μὲν γὰρ παραλυτικῷ φησί· »Θάρσει, τέκνον· ἀφίενταί σοι αἱ ἁμαρτίαι«· τῇ δὲ αἱμορροούσῃ· »Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε«· καὶ νῦν τοῖς μαθηταῖς λέγει τὸ »Τεκνία«, ἐμφαίνοντος, οἶμαι, τὶ καὶ τοῦ ὑποκοριστικοῦ καὶ διδάσκοντος τὴν ἔτι βραχύτητα τῆς τῶν ἀποστόλων ψυχῆς τότε.
ἐὰν δέ τις ζητῇ· ἆρ’ οὖν ὁ παραλυτικὸς, ἀκούων » Τέκνον« ἐντελέστερος ἦν 〈τῶν〉 πρὸς οὓς ὁ λόγος φησί· »Τεκνία«; ἀκούσει ὅτι εἴ τις μέν ἐστιν τεκνίον, πάντως ἐστὶν τέκνον·